| 13 | ΚΑΤΑ ΛΟΥΚΑΝ | ||
| 1 | Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων ὧν τὸ αἷμα Πιλᾶτος ἐμιξεν μετὰ τῶν θυσιῶν αὐτῶν. | Repent or Perish Lk.13.1-5 (Judaea) - | |
| 2 | καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἀμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι ταῦτα πεπόνθασιν; | ||
| 3 | οὐχί, λέγω ὑμῖν, ἀλλ' ἐὰν μὴ μετανοῆτε πάντες ὁμοίως ἀπολεῖσθε. | ||
| 4 | ἢ ἐκεῖνοι οἱ δεκαοκτὼ ἐφ' οὓς ἐπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε ὅτι αὐτοὶ ὀφειλέται ἐγένοντο παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς κατοικοῦντας Ἰερουσαλήμ; | ||
| 5 | οὐχί, λέγω ὑμῖν, ἀλλ' ἐὰν μὴ μετανοῆτε πάντες ὡσαύτως ἀπολεῖσθε. | ||
| 6 | Ἔλεγεν δὲ ταύτην τὴν παραβολήν· Συκῆν εἶχέν τις πεφυτευμένην ἐν τῷ ἀμπελῶνι αὐτοῦ, καὶ ἦλθεν ζητῶν καρπὸν ἐν αὐτῇ καὶ οὐχ εὗρεν. | The Parable of the Barren Fig Tree Lk.13.6-9 (Judaea) - | |
| 7 | εἶπεν δὲ πρὸς τὸν ἀμπελουργόν, Ἰδοὺ τρία ἐτη ἀφ' οὗ ἐρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ καὶ οὐχ εὑρίσκω. ἐκκοψον αὐτήν· ἵνατί καὶ τὴν γῆν καταργεῖ; | ||
| 8 | ὁ δὲ ἀποκριθεὶς λέγει αὐτῷ, Κύριε, ἀφες αὐτὴν καὶ τοῦτο τὸ ἐτος, ἑως ὁτου σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια· | ||
| 9 | κἂν μὲν ποιήσῃ καρπὸν εἰς τὸ μέλλον - εἰ δὲ μή γε, ἐκκόψεις αὐτήν. | ||
| 10 | Ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασιν. | The Healing of a Crippled Woman on the Sabbath Lk.13.10-17 (Judaea) - | |
| 11 | καὶ ἰδοὺ γυνὴ Πνεῦμα ἐχουσα ἀσθενείας ἐτη δεκαοκτώ, καὶ ἦν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές. | ||
| 12 | ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς προσεφώνησεν καὶ εἶπεν αὐτῇ, Γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου, | ||
| 13 | καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας· καὶ παραχρῆμα ἀνωρθώθη, καὶ ἐδόξαζεν τὸν θεόν. | ||
| 14 | ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς, ἐλεγεν τῷ ὀχλῳ ὅτι Ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν αὐταῖς οὖν ἐρχόμε νοι θεραπεύεσθε καὶ μὴ τῇ ἡμέρα τοῦ σαββάτου. | ||
| 15 | ἀπεκρίθη δὲ αὐτῷ ὁ κύριος καὶ εἶπεν, Ὑποκριταί, ἑκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ ἢ τὸν ὀνον ἀπὸ τῆς φάτνης καὶ ἀπαγαγὼν ποτίζεὶ; | ||
| 16 | ταύτην δὲ θυγατέρα Ἀβραὰμ οὖσαν, ἣν ἐδησεν ὁ Σατανᾶς ἰδοὺ δέκα καὶ ὀκτὼ ἐτη, οὐκ ἐδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτοὺ; | ||
| 17 | καὶ ταῦτα λέγοντος αὐτοῦ κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πᾶς ὁ ὀχλος ἐχαιρεν ἐπὶ πᾶσιν τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπ' αὐτοῦ. | ||
| 18 | Ἔλεγεν οὖν, Τίνι ὁμοία ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ, καὶ τίνι ὁμοιώσω αὐτήν; | The Parables of the Mustard Seed and the Leaven Lk.13.18-21 (Judaea) -[ Lk.13.18-21 → ] - Mt.13.31-33, Mk.4.31-32 | |
| 19 | ὁμοία ἐστὶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἐβαλεν εἰς κῆπον ἑαυτοῦ, καὶ ηὐξησεν καὶ ἐγένετο εἰς δένδρον, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐ τοῦ. | ||
| 20 | Καὶ πάλιν εἶπεν, Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ θεοῦ; | ||
| 21 | ὁμοία ἐστὶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ έκρυψεν εἰς ἀλεύρου σάτα τρία ἑως οὗ ἐζυμώθη ὁλον. | ||
| 22 | Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων καὶ πορείαν ποιούμενος εἰς Ἱεροσόλυμα. | The Narrow Door Lk.13.22-30 (Peraea) -[ Lk.13.22-30 → ] - Mt.7.13-14, Mt.7.21-23 | |
| 23 | εἶπεν δέ τις αὐτῷ, Κύριε, εἰ ὀλίγοι οἱ σῳζόμενοὶ; ὁ δὲ εἶπεν πρὸς αὐτούς, | ||
| 24 | Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς θύρας, ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν. | ||
| 25 | ἀφ' οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἀρξησθε ἐξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες, Κύριε, ἀνοιξον ἡμῖν· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν, Οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ. | ||
| 26 | τότε ἀρξεσθε λέγειν, Ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας· | ||
| 27 | καὶ ἐρεῖ λέγων ὑμῖν, Οὐκ οἶδα πόθεν ἐστέ· ἀπόστητε ἀπ' ἐμοῦ, πάντες ἐργάται ἀδικίας. | ||
| 28 | ἐκεῖ ἐσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὁταν ὀψησθε Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους ἐ ξω. | ||
| 29 | καὶ ἡξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ ἀπὸ βορρᾶ καὶ νότου καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. | ||
| 30 | καὶ ἰδοὺ εἰσὶν ἐσχατοι οἳ ἐσονται πρῶτοι, καὶ εἰσὶν πρῶτοι οἳ ἐσονται ἐσχατοι. | ||
| 31 | Ἐν αὐτῇ τῇ ὡρᾳ προσῆλθάν τινες Φαρισαῖοι λέγοντες αὐτῷ, Ἔξελθε καὶ πορεύου ἐντεῦθεν, ὅτι Ἡρῴδης θέλει σε ἀποκτεῖναι. | The Lament over Jerusalem Lk.13.31-36 (Peraea) -[ Lk.13.31-36 → ] - Mt.23.37-39 | |
| 32 | καὶ εἶπεν αὐτοῖς, Πορευθέντες εἰπατε τῇ ἀλώπεκι ταύτῃ, Ἰδοὺ ἐκβάλλω δαιμόνια καὶ ἰάσεις ἀποτελῶ σήμερον καὶ αὐριον, καὶ τῇ τρίτῃ τελειοῦμαι. | ||
| 33 | πλὴν δεῖ με σήμερον καὶ αὐριον καὶ τῇ ἐχομένῃ πορεύεσθαι, ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἐξω Ἰερουσαλήμ. | ||
| 34 | Ἰερουσαλὴμ Ἰερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου ὃν τρόπον ὀρνις τὴν ἑαυτῆς νοσσι ὰν ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε. | ||
| 35 | ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν. λέγω ὑμῖν, οὐ μὴ ἰδητέ με ἑως εἰπητε, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου. | - Blessed is he who comes Lk.13.35 - Ps.118.26 | |
| << | ΛΚ:13 | >> | |||
|---|---|---|---|