katapi New Study Bible - select-a-version
<< >> katapi HOME New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT
about ΚΑΤΑ ΛΟΥΚΑΝ | GNT: contents | by passage | search---> | GO TO highlighted passage ↓ | in flowing text | select- | 2 | -versions | notes

12ΚΑΤΑ ΛΟΥΚΑΝ

1 Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὀχλου, ὡστε καταπατεῖν ἀλλήλους, ἠρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον, Προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης, ἡτις ἐστὶν ὑπόκ ρισις, τῶν Φαρισαίων. A Warning against Hypocrisy Lk.12.1-3 (Judaea) -
2 οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται.  
3 ἀνθ' ὧν ὁσα ἐν τῇ σκοτίᾳ εἰπατε ἐν τῷ φωτὶ ἀκουσθήσεται, καὶ ὃ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμείοις κηρυχθήσεται ἐπὶ τῶν δωμάτων.  
4 Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου, μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι.

Whom to Fear Lk.12.4-7[ Lk.12.4-7 → ] - Mt.10.28-31
5 ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε· φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι ἐχοντα ἐξουσίαν ἐμβαλεῖν εἰς τὴν γέενναν· ναί, λέγω ὑμῖν, τοῦτον φοβήθητε.

 
6 οὐχὶ πέντε στρουθία πωλοῦνται ἀσσαρίων δύὸ καὶ ἓν ἐξ αὐτῶν οὐκ ἐστιν ἐπιλελησμένον ἐνώπιον τοῦ θεοῦ.

 
7 ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται. μὴ φοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε.  
8 Λέγω δὲ ὑμῖν, πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἐμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἐμπροσθεν τῶν ἀγγέλων τοῦ θεοῦ·

Confessing Christ before Men Lk.12.8-12[ Lk.12.8-12 → ] - Mt.10.32-33, Mt.12.32, Mt.10.19-20
9 ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ.

 
10 καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ ἀγιον Πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται.

 
11 ὁταν δὲ εἰσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ μεριμνήσητε πῶς ἢ τί ἀπολογήσησθε ἢ τί εἰπητε·

 
12 τὸ γὰρ ἀγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὡρᾳ ἂ δεῖ εἰπεῖν.

 
13 Εἶπεν δέ τις ἐκ τοῦ ὀχλου αὐτῷ, Διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι μετ' ἐμοῦ τὴν κληρονομίαν.

The Parable of the Rich Fool Lk.12.13-21
14 ὁ δὲ εἶπεν αὐτῷ, Ἄνθρωπε, τίς με κατέστησεν κριτὴν ἢ μεριστὴν ἐφ' ὑμᾶς;

 
15 εἶπεν δὲ πρὸς αὐτούς, Ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ πάσης πλεονεξίας, ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ αὐτοῦ ἐστιν ἐκ τῶν ὑπαρχόντων αὐτῷ.  
16 Εἶπεν δὲ παραβολὴν πρὸς αὐτοὺς λέγων, Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα.

 
17 καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων, Τί ποιήσω, ὅτι οὐκ ἐχω ποῦ συνάξω τοὺς καρπούς μοὺ;  
18 καὶ εἶπεν, Τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα τὸν σῖτον καὶ τὰ ἀγαθά μου,  
19 καὶ ἐρῶ τῇ ψυχῇ μου, Ψυχή, ἐχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἐτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου.  
20 εἶπεν δὲ αὐτῷ ὁ θεός, Ἄφρων, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἂ δὲ ἡτοίμασας, τίνι ἐσταὶ;

 
21 οὑτως ὁ θησαυρίζων ἑαυτῷ καὶ μὴ εἰς θεὸν πλουτῶν.

 
22 Εἶπεν δὲ πρὸς τοὺς μαθητάς αὐτοῦ, Διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ τί φάγητε, μηδὲ τῷ σώματι τί ἐνδύσησθε.

Care and Anxiety Lk.12.22-34 (Judaea) -[ Lk.12.22-34 → ] - Mt.6.25-34
23 ἡ γὰρ ψυχὴ πλεῖόν ἐστιν τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος.  
24 κατανοήσατε τοὺς κόρακας ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν, οἷς οὐκ ἐστιν ταμεῖον οὐδὲ ἀποθήκη, καὶ ὁ θεὸς τρέφει αὐτούς· πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν.  
25 τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται ἐπὶ τὴν ἡλικίαν αὐτοῦ προσθεῖναι πῆχυν;

 
26 εἰ οὖν οὐδὲ ἐλάχιστον δύνασθε, τί περὶ τῶν λοιπῶν μεριμνᾶτὲ;  
27 κατανοήσατε τὰ κρίνα πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει· λέγω δὲ ὑμῖν, οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων.

 
28 εἰ δὲ ἐν ἀγρῷ τὸν χόρτον ὀντα σήμερον καὶ αὐριον εἰς κλίβανον βαλλόμενον ὁ θεὸς οὑτως ἀμφιέζει, πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι.  
29 καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε καὶ τί πίητε, καὶ μὴ μετεωρίζεσθε·  
30 ταῦτα γὰρ πάντα τὰ ἐθνη τοῦ κόσμου ἐπιζητοῦσιν· ὑμῶν δὲ ὁ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων.  
31 πλὴν ζητεῖτε τὴν βασιλείαν αὐτοῦ, καὶ ταῦτα προστεθήσεται ὑμῖν.

 
32 Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, ὅτι εὐδόκησεν ὁ πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν.

 
33 Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην· ποιήσατε ἑαυτοῖς βαλλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς, ὁπου κλέπτης οὐκ ἐγγίζει οὐδὲ σὴς διαφθε ίρει·

 
34 ὁπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἐσται.  
35 Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι, Watchful Servants Lk.12.35-48 (Judaea) -[ Lk.12.35-48 → ] - Mt.24.45-51
36 καὶ ὑμεῖς ὁμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν πότε ἀναλύσῃ ἐκ τῶν γάμων, ἵνα ἐλθόντος καὶ κρούσαντος εὐθέως ἀνοίξωσιν αὐτῷ.  
37 μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας· ἀμὴν λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτοὺς καὶ παρελθὼν διακονήσει αὐτοῖς.

 
38 κἂν ἐν τῇ δευτέρᾳ κἂν ἐν τῇ τρίτῃ φυλακῇ ἐλθῃ καὶ εὑρῃ οὑτως, μακάριοί εἰσιν ἐκεῖνοι.  
39 τοῦτο δὲ γινώσκετε ὅτι εἰ ᾐδει ὁ οἰκοδεσπότης ποίᾳ ὡρᾳ ὁ κλέπτης ἐρχεται, οὐκ ἂν ἀφῆκεν διορυχθῆναι τὸν οἶκον αὐτοῦ.

 
40 καὶ ὑμεῖς γίνεσθε ἑτοιμοι, ὅτι ᾗ ὡρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἐρχεται.  
41 Εἶπεν δὲ ὁ Πέτρος, Κύριε, πρὸς ἡμᾶς τὴν παραβολὴν ταύτην λέγεις ἢ καὶ πρὸς πάντας;

 
42 καὶ εἶπεν ὁ κύριος, Τίς ἀρα ἐστὶν ὁ πιστὸς οἰκονόμος ὁ φρόνιμος, ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι ἐν καιρῷ τὸ σιτομέτριον;  
43 μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὑτως·  
44 ἀληθῶς λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.  
45 ἐὰν δὲ εἰπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, Χρονίζει ὁ κύριός μου ἐρχεσθαι, καὶ ἀρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκε σθαι,  
46 ἡξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὡρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει.

 
47 ἐκεῖνος δὲ ὁ δοῦλος ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ καὶ μὴ ἑτοιμάσας ἢ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ δαρήσεται πολλάς·

 
48 ὁ δὲ μὴ γνούς, ποιήσας δὲ ἀξια πληγῶν, δαρήσεται ὀλίγας. παντὶ δὲ ᾧ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρ' αὐτοῦ, καὶ ᾧ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν.  
49 Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἠδη ἀνήφθη.

Jesus the Cause of Division Lk.12.49-53[ Lk.12.49-53 → ] - Mt.10.34-36
50 βάπτισμα δὲ ἐχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἑως ὁτου τελεσθῇ.

 
51 δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; οὐχί, λέγω ὑμῖν, ἀλλ' ἢ διαμερισμόν.

 
52 ἐσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν ἑνὶ οἰκῳ διαμεμερισμένοι, τρεῖς ἐπὶ δυσὶν καὶ δύο ἐπὶ τρισίν,  
53 διαμερισθήσονται πατὴρ ἐπὶ υἱῷ
καὶ υἱὸς ἐπὶ πατρί,
μήτηρ ἐπὶ τὴν θυγατέρα
θυγάτηρ ἐπὶ τὴν μητέρα,
πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς
καὶ νύμφη ἐπὶ τὴν πενθεράν.

 
54 Ἔλεγεν δὲ καὶ τοῖς ὀχλοις, Ὅταν ἰδητε τὴν νεφέλην ἀνατέλλουσαν ἐπὶ δυσμῶν, εὐθέως λέγετε ὅτι Ὄμβρος ἐρχεται, καὶ γίνεται οὑτως·

Discerning the Time Lk.12.54-56 (Judaea) -[ Lk.12.54-56 → ] - Mt.16.2-3
55 καὶ ὁταν νότον πνέοντα, λέγετε ὅτι Καύσων ἐσται, καὶ γίνεται.  
56 ὑποκριταί, τὸ πρόσωπον τῆς γῆς καὶ τοῦ οὐρανοῦ οἰδατε δοκιμάζειν, τὸν καιρὸν δὲ τοῦτον πῶς οὐκ οἰδατε δοκιμάζειν;  
57 Τί δὲ καὶ ἀφ' ἑαυτῶν οὐ κρίνετε τὸ δίκαιον;

Settling with Your Accuser Lk.12.57-59[ Lk.12.57-59 → ] - Mt.5.25-26
58 ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ' ἀρχοντα, ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπ' αὐτοῦ, μήποτε κατασύρῃ σε πρὸς τὸν κριτήν, καὶ ὁ κριτής σε παραδώσει τῷ πράκ τορι, καὶ ὁ πράκτωρ σε βαλεῖ εἰς φυλακήν.  
59 λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἑως καὶ τὸ ἐσχατον λεπτὸν ἀποδῷς.  
    << | ΛΚ:12 | >>  

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.
The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes ?
Please e-mail me. © This page: Paul Ingram 2012.