1 | ΚΑΤΑ ΛΟΥΚΑΝ | ||
1 | Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων, | Dedication to Theophilus Lk.1.1-4 | |
2 | καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου, | ||
3 | ἐδοξε κἀμοὶ παρηκολουθηκότι ἀνωθεν πᾶσιν ἀκριβῶς καθεξῆς σοι γράψαι, κράτιστε Θεόφιλε, | ||
4 | ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν. | ||
5 | Ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρῴδου βασιλέως τῆς Ἰουδαίας ἱερεύς τις ὀνόματι Ζαχαρίας ἐξ ἐφημερίας Ἀβιά, καὶ γυνὴ αὐτῷ ἐκ τῶν θυγατέρων Ἀαρών, καὶ τὸ ὀνομα αὐτῆς Ἐλισάβετ. | The Birth of John the Baptist Foretold Lk.1.5-25 (Jerusalem) - | |
6 | ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐναντίον τοῦ θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασιν τοῦ κυρίου ἀμεμπτοι. | ||
7 | καὶ οὐκ ἦν αὐτοῖς τέκνον, καθότι ἦν ἡ Ἐλισάβετ στεῖρα, καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν. | ||
8 | Ἐγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἐναντι τοῦ θεοῦ, | ||
9 | κατὰ τὸ ἐθος τῆς ἱερατείας ἐλαχε τοῦ θυμιᾶσαι εἰσελθὼν εἰς τὸν ναὸν τοῦ κυρίου, | ||
10 | καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχόμενον ἐξω τῇ ὡρᾳ τοῦ θυμιάματος· | ||
11 | ὠφθη δὲ αὐτῷ ἀγγελος κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος. | ||
12 | καὶ ἐταράχθη Ζαχαρίας ἰδών, καὶ φόβος ἐπέπεσεν ἐπ' αὐτόν. | ||
13 | εἶπεν δὲ πρὸς αὐτὸν ὁ ἀγγελος, Μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὀνομα αὐτοῦ Ἰωάννην. | ||
14 | καὶ ἐσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ γενέσει αὐτοῦ χαρήσονται· | ||
15 | ἐσται γὰρ μέγας ἐνώπιον | κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ, καὶ πνεύματος ἀγίου πλησθήσεται ἐτι ἐκ κοιλίας μητρὸς αὐτοῦ,||
16 | καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ κύριον τὸν θεὸν αὐτῶν. | ||
17 | καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι κυρίῳ λαὸν κατεσκευασμ ένον. | - to turn the hearts of the fathers to the children Lk.1.17 - Mal.4.5-6, Sir.48.10 | |
18 | Καὶ εἶπεν Ζαχαρίας πρὸς τὸν ἀγγελον, Κατὰ τί γνώσομαι τοῦτὸ ἐγὼ γάρ εἰμι πρεσβύτης καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. | ||
19 | καὶ ἀποκριθεὶς ὁ ἀγγελος εἶπεν αὐτῷ, Ἐγώ εἰμι Γαβριὴλ ὁ παρεστηκὼς ἐνώπιον τοῦ θεοῦ, καὶ ἀπεστάλην λαλῆσαι πρὸς σὲ καὶ εὐαγγελίσασθαί σοι ταῦτα· | ||
20 | καὶ ἰδοὺ ἐσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι ἀχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ' ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἱτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν. | ||
21 | Καὶ ἦν ὁ λαὸς προσδοκῶν τὸν Ζαχαρίαν, καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν ἐν τῷ ναῷ αὐτόν. | ||
22 | ἐξελθὼν δὲ οὐκ ἐδύνατο λαλῆσαι αὐτοῖς, καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ· καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς, καὶ διέμενεν κωφός. | ||
23 | καὶ ἐγένετο ὡς ἐπλήσθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. | ||
24 | Μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν Ἐλισάβετ ἡ γυνὴ αὐτοῦ· καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε, λέγουσα | ||
25 | ὁτι Οὑτως μοι πεποίηκεν κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν ὀνειδός μου ἐν ἀνθρώποις. | ||
26 | Ἐν δὲ τῷ μηνὶ τῷ ἑκτῳ ἀπεστάλη ὁ ἀγγελος Γαβριὴλ ἀπὸ τοῦ θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας ᾗ ὀνομα Ναζαρὲθ | The Birth of Jesus Foretold Lk.1.26-38 (Nazareth) - | |
27 | πρὸς παρθένον ἐμνηστευμένην ἀνδρὶ ᾧ ὀνομα Ἰωσὴφ ἐξ οἰκου Δαυίδ, καὶ τὸ ὀνομα τῆς παρθένου Μαριάμ. | ||
28 | καὶ εἰσελθὼν πρὸς αὐτὴν εἶπεν, Χαῖρε, κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ. | ||
29 | ἡ δὲ ἐπὶ τῷ λόγῳ διεταράχθη καὶ διελογίζετο ποταπὸς εἰη ὁ ἀσπασμὸς οὗτος. | ||
30 | καὶ εἶπεν ὁ ἀγγελος αὐτῇ, Μὴ φοβοῦ, Μαριάμ, εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ· | ||
31 | καὶ ἰδοὺ συλλήμψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὀνομα αὐτοῦ Ἰησοῦν. | ||
32 | οὗτος ἐσται μέγας καὶ υἱὸς ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, | ||
33 | καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἐσται τέλος. | ||
34 | εἶπεν δὲ Μαριὰμ πρὸς τὸν ἀγγελον, Πῶς ἐσται τοῦτο, ἐπεὶ ἀνδρα οὐ γινώσκὼ; | ||
35 | καὶ ἀποκριθεὶς ὁ ἀγγελος εἶπεν αὐτῇ, Πνεῦμα ἀγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἀγιον κληθήσεται, υἱὸς θεοῦ. | ||
36 | καὶ ἰδοὺ Ἐλισάβετ ἡ συγγενίς σου καὶ αὐτὴ συνείληφεν υἱὸν ἐν γήρει αὐτῆς, καὶ οὗτος μὴν ἑκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ· | ||
37 | ὁτι οὐκ ἀδυνατήσει παρὰ τοῦ θεοῦ πᾶν ῥῆμα. | ||
38 | εἶπεν δὲ Μαριάμ, Ἰδοὺ ἡ δούλη κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. καὶ ἀπῆλθεν ἀπ' αὐτῆς ὁ ἀγγελος. | ||
39 | Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, | Mary Visits Elizabeth Lk.1.39-45 (Hebron or Juttah) - | |
40 | καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. | ||
41 | καὶ ἐγένετο ὡς ἠκουσεν τὸν ἀσπασμὸν τῆς Μαρίας ἡ Ἐλισάβετ, ἐσκίρτησεν τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη πνεύματος ἀγίου ἡ Ἐλισάβετ, | ||
42 | καὶ ἀνεφώνησεν κραυγῇ μεγάλῃ καὶ εἶπεν, Εὐλογημένη σὺ ἐν γυναιξίν, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. | ||
43 | καὶ πόθεν μοι τοῦτο ἵνα ἐλθῃ ἡ μήτηρ τοῦ κυρίου μου πρὸς ἐμέ; | ||
44 | ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου. | ||
45 | καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἐσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ κυρίου. | ||
46 | Καὶ εἶπεν Μαριάμ, | Mary's Song of Praise Odes.11.46-55 - | |
47 | καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου ἐπὶ τῷ θεῷ τῷ σωτῆρί μου, | - And my spirit rejoices in God my Saviour Lk.1.47 - 2Sm.2.1-10 | |
48 | ὁτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαί· | - for he has regarded the low estate of his handmaiden. Lk.1.48 - 2Sm.1.11 | |
49 | ὁτι ἐποίησέν μοι μεγάλα ὁ δυνατός, καὶ ἀγιον τὸ ὀνομα αὐτοῦ, | ||
50 | καὶ τὸ ἐλεος αὐτοῦ εἰς γενεὰς καὶ γενεὰς τοῖς φοβουμένοις αὐτόν. | ||
51 | Ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν· | ||
52 | καθεῖλεν δυνάστας ἀπὸ θρόνων καὶ ὑψωσεν ταπεινούς, | ||
53 | πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς. | ||
54 | ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, | ||
55 | καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ εἰς τὸν αἰῶνα. | ||
56 | Ἐμεινεν δὲ Μαριὰμ σὺν αὐτῇ ὡς μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς. | ||
57 | Τῇ δὲ Ἐλισάβετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτήν, καὶ ἐγέννησεν υἱόν. | The Birth of John the Baptist Lk.1.57-66 (Hebron) - | |
58 | καὶ ἠκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνεν κύριος τὸ ἐλεος αὐτοῦ μετ' αὐτῆς, καὶ συνέχαιρον αὐτῇ. | ||
59 | Καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἦλθον περιτεμεῖν τὸ παιδίον, καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ Ζαχαρίαν. | ||
60 | καὶ ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν, Οὐχί, ἀλλὰ κληθήσεται Ἰωάννης. | ||
61 | καὶ εἶπαν πρὸς αὐτὴν ὅτι Οὐδείς ἐστιν ἐκ τῆς συγγενείας σου ὃς καλεῖται τῷ ὀνόματι τούτῳ. | ||
62 | ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι αὐτό. | ||
63 | καὶ αἰτήσας πινακίδιον ἐγραψεν λέγων, Ἰωάννης ἐστὶν ὀνομα αὐτοῦ. καὶ ἐθαύμασαν πάντες. | ||
64 | ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν θεόν. | ||
65 | καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτούς, καὶ ἐν ὁλῃ τῇ ὀρεινῇ τῆς Ἰουδαίας διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα, | ||
66 | καὶ ἐθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν, λέγοντες, Τί ἀρα τὸ παιδίον τοῦτο ἐσταὶ καὶ γὰρ χεὶρ κυρίου ἦν μετ' αὐτοῦ. | ||
67 | Καὶ Ζαχαρίας ὁ πατὴρ αὐτοῦ ἐπλήσθη πνεύματος ἀγίου καὶ ἐπροφήτευσεν λέγων, | The Prophesy of Zechariah Lk.1.67-80 (Hebron) - | |
68 | Εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Ἰσραήλ, ὁτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ, | - Blessed be the Lord God of Israel Lk.1.68 - Ps.41.13 | |
69 | καὶ ἠγειρεν κέρας σωτηρίας ἡμῖν ἐν οἰκῳ Δαυὶδ παιδὸς αὐτοῦ, | ||
70 | καθὼς ἐλάλησεν διὰ στόματος τῶν ἀγίων ἀπ' αἰῶνος προφητῶν αὐτοῦ, | ||
71 | σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς· | ||
72 | ποιῆσαι ἐλεος μετὰ τῶν πατέρων ἡμῶν καὶ μνησθῆναι διαθήκης ἀγίας αὐτοῦ, | ||
73 | ὁρκον ὃν ὠμοσεν πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν, τοῦ δοῦναι ἡμῖν | ||
74 | ἀφόβως ἐκ χειρὸς ἐχθρῶν ῥυσθέντας λατρεύειν αὐτῷ | ||
75 | ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ πάσαις ταῖς ἡμέραις ἡμῶν. | ||
76 | Καὶ σὺ δέ, παιδίον, προφήτης ὑψίστου κληθήσῃ, προπορεύσῃ γὰρ ἐνώπιον κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ, | - for you will go before the Lord to prepare his ways Lk.1.76 - Mal.3.1 | |
77 | τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ ἐν ἀφέσει ἀμαρτιῶν αὐτῶν, | ||
78 | διὰ σπλάγχνα ἐλέους θεοῦ ἡμῶν, ἐν οἷς ἐπισκέψεται ἡμᾶς ἀνατολὴ ἐξ ὑψους, | ||
79 | ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης. | - To give light to those who sit in darkness and in the shadow of death Lk.1.79 - Is.9.2, Is.59.8 | |
80 | Τὸ δὲ παιδίον ηὐξανεν καὶ ἐκραταιοῦτο πνεύματι, καὶ ἦν ἐν ταῖς ἐρήμοις ἑως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ. | ||
| ΛΚ:1 | >> |
---|