7 | ΚΑΤΑ ΜΑΡΚΟΝ | ||
1 | Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι καί τινες τῶν γραμματέων ἐλθόντες ἀπὸ Ἱεροσολύμων | The Tradition of the Elders Mk.7.1-23 (Capernaum) -[ Mk.7.1-23 → ] - Mt.15.1-20 | |
2 | καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦ ὅτι κοιναῖς χερσίν, τοῦτ' ἐστιν ἀνίπτοις, ἐσθίουσιν τοὺς ἀρτους | ||
3 | - οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας οὐκ ἐσθίουσιν, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων, | ||
4 | καὶ ἀπ' ἀγορᾶς ἐὰν μὴ βαπτίσωνται οὐκ ἐσθίουσιν, καὶ ἀλλα πολλά ἐστιν ἂ παρέλαβον κρατεῖν, βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ χαλκίων | -||
5 | καὶ ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς, Διὰ τί οὐ περιπατοῦσιν οἱ μαθηταί σου κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, ἀλλὰ κοιναῖς χερσὶν ἐσθίουσιν τὸν ἀρτον; | ||
6 | ὁ δὲ εἶπεν αὐτοῖς, Καλῶς ἐπροφήτευσεν Ἠσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς γέγραπται ὁτι ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ' ἐμοῦ· | - This people honours me with their lips Mk.7.6-7 - Is.29.13 | |
7 | μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων. | ||
8 | ἀφέντες τὴν ἐντολὴν τοῦ θεοῦ κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων. | ||
9 | Καὶ ἐλεγεν αὐτοῖς, Καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ θεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶν στήσητε. | ||
10 | Μωϋσῆς γὰρ εἶπεν, Tίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, καί Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω· | - Honor your father and your mother Mk.7.10 - Ex.20.12, Dt.5.16 | |
11 | ὑμεῖς δὲ λέγετε, Ἐὰν εἰπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί, Κορβᾶν, ὁ ἐστιν, Δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, | ||
12 | οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ πατρὶ ἢ τῇ μητρί, | ||
13 | ἀκυροῦντες τὸν λόγον τοῦ θεοῦ τῇ παραδόσει ὑμῶν ᾗ παρεδώκατε· καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε. | ||
14 | Καὶ προσκαλεσάμενος πάλιν τὸν ὀχλον ἐλεγεν αὐτοῖς, Ἀκούσατέ μου πάντες καὶ σύνετε. | ||
15 | οὐδέν ἐστιν ἐξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτὸν ὃ δύναται κοινῶσαι αὐτόν· ἀλλὰ τὰ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον. | ||
16 | |||
17 | Καὶ ὅτε εἰσῆλθεν εἰς οἶκον ἀπὸ τοῦ ὀχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ τὴν παραβολήν. | ||
18 | καὶ λέγει αὐτοῖς, Οὑτως καὶ ὑμεῖς ἀσύνετοί ἐστὲ οὐ νοεῖτε ὅτι πᾶν τὸ ἐξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον οὐ δύναται αὐτὸν κοινῶσαι, | ||
19 | ὁτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν ἀλλ' εἰς τὴν κοιλίαν, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεταὶ - καθαρίζων πάντα τὰ βρώματα. | ||
20 | ἐλεγεν δὲ ὅτι Τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον· | ||
21 | ἐσωθεν γὰρ ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται, πορνεῖαι, κλοπαί, φόνοι, | ||
22 | μοιχεῖαι, πλεονεξίαι, πονηρίαι, δόλος, ἀσέλγεια, ὀφθαλμὸς πονηρός, βλασφημία, ὑπερηφανία, ἀφροσύνη· | ||
23 | πάντα ταῦτα τὰ πονηρὰ ἐσωθεν ἐκπορεύεται καὶ κοινοῖ τὸν ἄνθρωπον. | ||
24 | Ἐκεῖθεν δὲ ἀναστὰς ἀπῆλθεν εἰς τὰ ὁρια Τύρου. καὶ εἰσελθὼν εἰς οἰκίαν οὐδένα ἠθελεν γνῶναι, καὶ οὐκ ἠδυνήθη λαθεῖν· | The Syrophoenician Woman's Faith Mk.7.24-30 (Phoenicia) -[ Mk.7.24-30 → ] - Mt.15.21-28 | |
25 | ἀλλ' εὐθὺς ἀκούσασα γυνὴ περὶ αὐτοῦ, ἧς εἶχεν τὸ θυγάτριον αὐτῆς Πνεῦμα ἀκάθαρτον, ἐλθοῦσα προσέπεσεν πρὸς τοὺς πόδας αὐτοῦ· | ||
26 | ἡ δὲ γυνὴ ἦν Ἑλληνίς, ΣυροΦοινίκισσα τῷ γένει· καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον ἐκβάλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς. | ||
27 | καὶ ἐλεγεν αὐτῇ, Ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα, οὐ γάρ ἐστιν καλὸν λαβεῖν τὸν ἀρτον τῶν τέκνων καὶ τοῖς κυναρίοις βαλεῖν. | ||
28 | ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ, Κύριε, καὶ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης ἐσθίουσιν ἀπὸ τῶν ψιχίων τῶν παιδίων. | ||
29 | καὶ εἶπεν αὐτῇ, Διὰ τοῦτον τὸν λόγον ὑπαγε, ἐξελήλυθεν ἐκ τῆς θυγατρός σου τὸ δαιμόνιον. | ||
30 | καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς εὗρεν τὸ παιδίον βεβλημένον ἐπὶ τὴν κλίνην καὶ τὸ δαιμόνιον ἐξεληλυθός. | ||
31 | Καὶ πάλιν ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου ἦλθεν διὰ Σιδῶνος εἰς τὴν θάλασσαν τῆς Γαλιλαίας ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως. | A Deaf and Dumb Man Healed Mk.7.31-37 (Tyre & Sidon) - | |
32 | καὶ φέρουσιν αὐτῷ κωφὸν καὶ μογιλάλον, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα. | ||
33 | καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὀχλου κατ' ἰδίαν ἐβαλεν τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ καὶ πτύσας ἡψατο τῆς γλώσσης αὐτοῦ, | ||
34 | καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν ἐστέναξεν, καὶ λέγει αὐτῷ, Εφφαθα, ὁ ἐστιν, Διανοίχθητι. | ||
35 | καὶ | ἠνοίγησαν αὐτοῦ αἱ ἀκοαί, καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς.||
36 | καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ λέγωσιν· ὁσον δὲ αὐτοῖς διεστέλλετο, αὐτοὶ μᾶλλον περισσότερον ἐκήρυσσον. | ||
37 | καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο λέγοντες, Καλῶς πάντα πεποίηκεν· καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν καὶ | ἀλάλους λαλεῖν.||
<< | ΜΚ:7 | |
---|