| 5 | ΚΑΤΑ ΜΑΡΚΟΝ | ||
| 1 | Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης εἰς τὴν χώραν τῶν Γερασηνῶν. | The Healing of the Gadarene Demoniacs Mk.5.1-20 (Gergesa) -[ Mk.5.1-20 → ] - Mt.8.28-34, Lk.8.26-39 | |
| 2 | καὶ ἐξελθόντος αὐτοῦ ἐκ τοῦ πλοίου εὐθὺς ὑπήντησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, | ||
| 3 | ὃς τὴν κατοίκησιν εἶχεν ἐν τοῖς μνήμασιν· καὶ οὐδὲ ἀλύσει οὐκέτι οὐδεὶς ἐδύνατο αὐτὸν δῆσαι, | ||
| 4 | διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἀλύσεσιν δεδέσθαι καὶ διεσπάσθαι ὑπ' αὐτοῦ τὰς ἀλύσεις καὶ τὰς πέδας συντετρῖφθαι, καὶ οὐδεὶς ἰσχυεν αὐτὸν δαμάσαι· | ||
| 5 | καὶ διὰ παντὸς νυκτὸς καὶ ἡμέρας ἐν τοῖς μνήμασιν καὶ ἐν τοῖς ὀρεσιν ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις. | ||
| 6 | καὶ ἰδὼν τὸν Ἰησοῦν ἀπὸ μακρόθεν ἐδραμεν καὶ προσεκύνησεν αὐτῷ, | ||
| 7 | καὶ κράξας φωνῇ μεγάλῃ λέγει, Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστοὺ ὁρκίζω σε τὸν θεόν, μή με βασανίσῃς. | ||
| 8 | ἐλεγεν γὰρ αὐτῷ, Ἔξελθε τὸ Πνεῦμα τὸ ἀκάθαρτον ἐκ τοῦ ἀνθρώπου. | ||
| 9 | καὶ ἐπηρώτα αὐτόν, Τί ὀνομά σοὶ καὶ λέγει αὐτῷ, Λεγιὼν ὀνομά μοι, ὅτι πολλοί ἐσμεν. | ||
| 10 | καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ αὐτὰ ἀποστείλῃ ἐξω τῆς χώρας. | ||
| 11 | Ἦν δὲ ἐκεῖ πρὸς τῷ ὀρει ἀγέλη χοίρων μεγάλη βοσκομένη· | ||
| 12 | καὶ παρεκάλεσαν αὐτὸν λέγοντες, Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν. | ||
| 13 | καὶ ἐπέτρεψεν αὐτοῖς. καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὡρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, ὡς δισχίλιοι, καὶ ἐπνίγοντ ο ἐν τῇ θαλάσσῃ. | ||
| 14 | καὶ οἱ βόσκοντες αὐτοὺς ἐφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς· καὶ ἦλθον ἰδεῖν τί ἐστιν τὸ γεγονός. | ||
| 15 | καὶ ἐρχονται πρὸς τὸν Ἰησοῦν, καὶ θεωροῦσιν τὸν δαιμονιζόμενον καθήμενον ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν λεγιῶνα, καὶ ἐφοβήθησαν. | ||
| 16 | καὶ διηγήσαντο αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ καὶ περὶ τῶν χοίρων. | ||
| 17 | καὶ ἠρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν. | ||
| 18 | καὶ ἐμβαίνοντος αὐτοῦ εἰς τὸ πλοῖον παρεκάλει αὐτὸν ὁ δαιμονισθεὶς ἵνα μετ' αὐτοῦ ᾖ. | ||
| 19 | καὶ οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ, Ὑπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σούς, καὶ ἀπάγγειλον αὐτοῖς ὁσα ὁ κύριός σοι πεποίηκεν καὶ ἠλέησέν σε. | ||
| 20 | καὶ ἀπῆλθεν καὶ ἠρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὁσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ πάντες ἐθαύμαζον. | ||
| 21 | Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ πάλιν εἰς τὸ πέραν συνήχθη ὀχλος πολὺς ἐπ' αὐτόν, καὶ ἦν παρὰ τὴν θάλασσαν. | Jairus' Daughter and the Woman who Touched Jesus' Garment Mk.5.21-43 (Capernaum) -[ Mk.5.21-43 → ] - Mt.9.18-26, Lk.8.40-56 | |
| 22 | καὶ ἐρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματι Ἰάϊρος, καὶ ἰδὼν αὐτὸν πίπτει πρὸς τοὺς πόδας αὐτοῦ | ||
| 23 | καὶ παρακαλεῖ αὐτὸν πολλὰ λέγων ὅτι Τὸ θυγάτριόν μου ἐσχάτως ἐχει, ἵνα ἐλθὼν ἐπιθῇς τὰς χεῖρας αὐτῇ ἵνα σωθῇ καὶ ζήσῃ. | ||
| 24 | καὶ ἀπῆλθεν μετ' αὐτοῦ. Καὶ ἠκολούθει αὐτῷ ὀχλος πολύς, καὶ συνέθλιβον αὐτόν. | ||
| 25 | καὶ γυνὴ οὖσα ἐν ῥύσει αἱματος δώδεκα ἐτη | ||
| 26 | καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ' αὐτῆς πάντα καὶ μηδὲν ὠφεληθεῖσα ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, | ||
| 27 | ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὀχλῳ ὀπισθεν ἡψατο τοῦ ἱματίου αὐτοῦ· | ||
| 28 | ἐλεγεν γὰρ ὅτι Ἐὰν ἀψωμαι κἂν τῶν ἱματίων αὐτοῦ σωθήσομαι. | ||
| 29 | καὶ εὐθὺς ἐξηράνθη ἡ πηγὴ τοῦ αἱματος αὐτῆς, καὶ ἐγνω τῷ σώματι ὅτι ἰαται ἀπὸ τῆς μάστιγος. | ||
| 30 | καὶ εὐθὺς ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν ἐπιστραφεὶς ἐν τῷ ὀχλῳ ἐλεγεν, Τίς μου ἡψατο τῶν ἱματίων; | ||
| 31 | καὶ ἐλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, βλέπεις τὸν ὀχλον συνθλίβοντά σε, καὶ λέγεις, Τίς μου ἡψατὸ; | ||
| 32 | καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. | ||
| 33 | ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν αὐτῇ, ἦλθεν καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. | ||
| 34 | ὁ δὲ εἶπεν αὐτῇ, Θυγάτηρ, ἡ πίστις σου σέσωκέν σε· ὑπαγε εἰς εἰρήνην, καὶ ἰσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου. | ||
| 35 | Ἐτι αὐτοῦ λαλοῦντος ἐρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου λέγοντες ὅτι Ἡ θυγάτηρ σου ἀπέθανεν· τί ἐτι σκύλλεις τὸν διδάσκαλον; | ||
| 36 | ὁ δὲ Ἰησοῦς παρακούσας τὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ, Μὴ φοβοῦ, μόνον πίστευε. | ||
| 37 | καὶ οὐκ ἀφῆκεν οὐδένα μετ' αὐτοῦ συνακολουθῆσαι εἰ μὴ τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν Ἰακώβου. | ||
| 38 | καὶ ἐρχονται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου, καὶ θεωρεῖ θόρυβον καὶ κλαίοντας καὶ ἀλαλάζοντας πολλά, | ||
| 39 | καὶ εἰσελθὼν λέγει αὐτοῖς, Τί θορυβεῖσθε καὶ κλαίετὲ τὸ παιδίον οὐκ ἀπέθανεν ἀλλὰ καθεύδει. | ||
| 40 | καὶ κατεγέλων αὐτοῦ. αὐτὸς δὲ ἐκβαλὼν πάντας παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ' αὐτοῦ, καὶ εἰσπορεύεται ὁπου ἦν τὸ παιδίον· | ||
| 41 | καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου λέγει αὐτῇ, Ταλιθα κουμ, ὁ ἐστιν μεθερμηνευόμενον Τὸ κοράσιον, σοὶ λέγω, ἐγειρε. | ||
| 42 | καὶ εὐθὺς ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει, ἦν γὰρ ἐτῶν δώδεκα. καὶ ἐξέστησαν ἐκστάσει μεγάλῃ. | ||
| 43 | καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνοῖ τοῦτο, καὶ εἶπεν δοθῆναι αὐτῇ φαγεῖν. | ||
| << | ΜΚ:5 | | |||
|---|---|---|---|