| 3 | ΚΑΤΑ ΜΑΡΚΟΝ | ||
| 1 | Καὶ εἰσῆλθεν πάλιν εἰς τὴν συναγωγήν. καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἐχων τὴν χεῖρα· | The Man with a Withered Hand Mk.3.1-6 (Capernaum) -[ Mk.3.1-6 → ] - Mt.12.9-14, Lk.6.6-11 | |
| 2 | καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασιν θεραπεύσει αὐτόν, ἵνα κατηγορήσωσιν αὐτοῦ. | ||
| 3 | καὶ λέγει τῷ ἀνθρώπῳ τῷ τὴν ξηρὰν χεῖρα ἐχοντι, Ἔγειρε εἰς τὸ μέσον. | ||
| 4 | καὶ λέγει αὐτοῖς, Ἔξεστιν τοῖς σάββασιν ἀγαθὸν ποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀποκτεῖναὶ οἱ δὲ ἐσιώπων. | ||
| 5 | καὶ περιβλεψάμενος αὐτοὺς μετ' ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ, Ἔκτεινον τὴν χεῖρα. καὶ ἐξέτεινεν, καὶ ἀπεκατεστάθη ἡ χεὶρ αὐτου '. | ||
| 6 | καὶ ἐξελθόντες οἱ Φαρισαῖοι εὐθὺς μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον ἐδίδουν κατ' αὐτοῦ ὁπως αὐτὸν ἀπολέσωσιν. | ||
| 7 | Καὶ ὁ Ἰησοῦς μετὰ τῶν μαθητῶν αὐτοῦ ἀνεχώρησεν πρὸς τὴν θάλασσαν· καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας · καὶ ἀπὸ τῆς Ἰουδαίας | A Multitude at the Seaside Mk.3.7-12 (Gennesaret) - | |
| 8 | καὶ ἀπὸ Ἱεροσολύμων καὶ ἀπὸ τῆς Ἰδουμαίας καὶ πέραν τοῦ Ἰορδάνου καὶ περὶ Τύρον καὶ Σιδῶνα, πλῆθος πολύ, ἀκούοντες ὁσα ἐποίει ἦλθον πρὸς αὐτόν. | ||
| 9 | καὶ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὀχλον ἵνα μὴ θλίβωσιν αὐτόν· | ||
| 10 | πολλοὺς γὰρ ἐθεράπευσεν, ὡστε ἐπιπίπτειν αὐτῷ ἵνα αὐτοῦ ἀψωνται ὁσοι εἶχον μάστιγας. | ||
| 11 | καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, ὁταν αὐτὸν ἐθεώρουν, προσέπιπτον αὐτῷ καὶ ἐκραζον λέγοντες ὅτι Σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ. | ||
| 12 | καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ αὐτὸν φανερὸν ποιήσωσιν. | ||
| 13 | Καὶ ἀναβαίνει εἰς τὸ ὀρος καὶ προσκαλεῖται οὓς ἠθελεν αὐτός, καὶ ἀπῆλθον πρὸς αὐτόν. | The choosing of the Twelve Mk.3.13-19 (Hill of Hattin?) -[ Mk.3.13-19 → ] - Mt.10.1-4, Lk.6.12-16 | |
| 14 | καὶ ἐποίησεν δώδεκα, ἵνα ὦσιν μετ' αὐτοῦ καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν | ||
| 15 | καὶ ἐχειν ἐξουσίαν ἐκβάλλειν τὰ δαιμόνια· | ||
| 16 | καὶ ἐπέθηκεν ὀνομα τῷ Σίμωνι Πέτρον, | ||
| 17 | καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου, καὶ ἐπέθηκεν αὐτοῖς ὀνόματα Βοανηργές, ὁ ἐστιν Υἱοὶ Βροντῆς· | ||
| 18 | καὶ Ἀνδρέαν καὶ Φίλιππον καὶ Βαρθολομαῖον καὶ Μαθθαῖον καὶ Θωμᾶν καὶ Ἰάκωβον τὸν τοῦ Ἀλφαίου καὶ Θαδδαῖον καὶ Σίμωνα τὸν Καναναῖον | ||
| 19 | καὶ Ἰούδαν Ἰσκαριώθ, ὃς καὶ παρέδωκεν αὐτόν. | ||
| 20 | Καὶ ἐρχεται εἰς οἶκον· καὶ συνέρχεται πάλιν ὀχλος, ὡστε μὴ δύνασθαι αὐτοὺς μηδὲ ἀρτον φαγεῖν. | Jesus and Beelzebul Mk.3.20-30 (Capernaum) -[ Mk.3.20-30 → ] - Mt.12.22-32, Lk.11.14-23, Lk.12.10 | |
| 21 | καὶ ἀκούσαντες οἱ παρ' αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν, ἐλεγον γὰρ ὅτι ἐξέστη. | ||
| 22 | καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἐλεγον ὅτι Βεελζεβοὺλ ἐχει, καὶ ὅτι ἐν τῷ ἀρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. | ||
| 23 | καὶ προσκαλεσάμενος αὐτοὺς ἐν παραβολαῖς ἐλεγεν αὐτοῖς, Πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκβάλλειν; | ||
| 24 | καὶ ἐὰν βασιλεία ἐφ' ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη· | ||
| 25 | καὶ ἐὰν οἰκία ἐφ' ἑαυτὴν μερισθῇ, οὐ δυνήσεται ἡ οἰκία ἐκείνη σταθῆναι. | ||
| 26 | καὶ εἰ ὁ Σατανᾶς ἀνέστη ἐφ' ἑαυτὸν καὶ ἐμερίσθη, οὐ δύναται στῆναι ἀλλὰ τέλος ἐχει. | ||
| 27 | ἀλλ' οὐ δύναται οὐδεὶς εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ εἰσελθὼν τὰ σκεύη αὐτοῦ διαρπάσαι ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει. | ||
| 28 | Ἀμὴν λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται τοῖς υἱοῖς τῶν ἀνθρώπων, τὰ ἀμαρτήματα καὶ αἱ βλασφημίαι ὁσα ἐὰν βλασφημήσωσιν· | ||
| 29 | ὃς δ' ἂν βλασφημήσῃ εἰς τὸ Πνεῦμα τὸ ἀγιον οὐκ ἐχει ἀφεσιν εἰς τὸν αἰῶνα, ἀλλὰ ἐνοχός ἐστιν αἰωνίου ἀμαρτήματος - | ||
| 30 | ὁτι ἐλεγον, Πνεῦμα ἀκάθαρτον ἐχει. | ||
| 31 | Καὶ ἐρχεται ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ἐξω στήκοντες ἀπέστειλαν πρὸς αὐτὸν καλοῦντες αὐτόν. | The Mother and Brothers of Jesus Mk.3.31-35 (Capernaum) -[ Mk.3.31-35 → ] - Mt.12.46-50, Lk.8.19-21 | |
| 32 | καὶ ἐκάθητο περὶ αὐτὸν ὀχλος, καὶ λέγουσιν αὐτῷ, Ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἐξω ζητοῦσίν σε. | ||
| 33 | καὶ ἀποκριθεὶς αὐτοῖς λέγει, Τίς ἐστιν ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί ; | ||
| 34 | καὶ περιβλεψάμενος τοὺς περὶ αὐτὸν κύκλῳ καθημένους λέγει, Ἴδε ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου. | ||
| 35 | ὃς ἂν ποιήσῃ τὸ θέλημα τοῦ θεοῦ, οὗτος ἀδελφός μου καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν. | ||
| << | ΜΚ:3 | | |||
|---|---|---|---|