11 | ΚΑΤΑ ΜΑΡΚΟΝ | ||
1 | Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἱεροσόλυμα εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ Ὄρος τῶν Ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ | The Triumphal Entry into Jerusalem Mk.11.1-11 (Jerusalem-Bethany) -[ Mk.11.1-11 → ] - Mt.21.1-11, Lk.19.28-38, Jn.12.12-19 | |
2 | καὶ λέγει αὐτοῖς, Ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ εὐθὺς εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον ἐφ' ὃν οὐδεὶς οὐπω ἀνθρώπων ἐκάθισεν· λύσατε α ὐτὸν καὶ φέρετε. | ||
3 | καὶ ἐάν τις ὑμῖν εἰπῃ, Τί ποιεῖτε τοῦτὸ εἰπατε, Ὁ κύριος αὐτοῦ χρείαν ἐχει, καὶ εὐθὺς αὐτὸν ἀποστέλλει πάλιν ὧδε. | ||
4 | καὶ ἀπῆλθον καὶ εὗρον πῶλον δεδεμένον πρὸς θύραν ἐξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτόν. | ||
5 | καί τινες τῶν ἐκεῖ ἑστηκότων ἐλεγον αὐτοῖς, Τί ποιεῖτε λύοντες τὸν πῶλον; | ||
6 | οἱ δὲ εἶπαν αὐτοῖς καθὼς εἶπεν ὁ Ἰησοῦς· καὶ ἀφῆκαν αὐτούς. | ||
7 | καὶ φέρουσιν τὸν πῶλον πρὸς τὸν Ἰησοῦν, καὶ ἐπιβάλλουσιν αὐτῷ τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπ' αὐτόν. | ||
8 | καὶ πολλοὶ τὰ ἱμάτια αὐτῶν ἐστρωσαν εἰς τὴν ὁδόν, ἀλλοι δὲ στιβάδας κόψαντες ἐκ τῶν ἀγρῶν. | ||
9 | καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἐκραζον, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· | - Hosanna Mk.11.9 - Ps.118.25-26 | |
10 | Εὐλογημένη ἡ ἐρχομένη βασιλεία τοῦ πατρὸς ἡμῶν Δαυίδ· Ὡσαννά ἐν τοῖς ὑψίστοις. | ||
11 | Καὶ εἰσῆλθεν εἰς Ἱεροσόλυμα εἰς τὸ ἱερόν· καὶ περιβλεψάμενος πάντα, ὀψίας ἠδη οὐσης τῆς ὡρας, ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα. | ||
12 | Καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας ἐπείνασεν. | The Cursing of the Fig Tree Mk.11.12-14 (Mount of Olives) -[ Mk.11.12-14 → ] - Mt.21.18-22, Mk.11.20-24 | |
13 | καὶ ἰδὼν συκῆν ἀπὸ μακρόθεν ἐχουσαν φύλλα ἦλθεν εἰ ἀρα τι εὑρήσει ἐν αὐτῇ, καὶ ἐλθὼν ἐπ' αὐτὴν οὐδὲν εὗρεν εἰ μὴ φύλλα· ὁ γὰρ καιρὸς οὐκ ἦν σύκων. | ||
14 | καὶ ἀποκριθεὶς εἶπεν αὐτῇ, Μηκέτι εἰς τὸν αἰῶνα ἐκ σοῦ μηδεὶς καρπὸν φάγοι. καὶ ἠκουον οἱ μαθηταὶ αὐτοῦ. | ||
15 | Καὶ ἐρχονται εἰς Ἱεροσόλυμα. καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἠρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ τοὺς ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καὶ τὰς καθέδ ρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψεν, | The Cleansing of the Temple. Mk.11.15-19 (Jerusalem) -[ Mk.11.15-19 → ] - Mt.21.12-17, Lk.19.45-48, Jn.2.12-22 | |
16 | καὶ οὐκ ἠφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ. | ||
17 | καὶ ἐδίδασκεν καὶ ἐλεγεν αὐτοῖς, Οὐ γέγραπται ὅτι ὑμεῖς δὲ πεποιήκατε αὐτὸν σπήλαιον λῃστῶν. | - My house shall be called Mk.11.17 - Is.56.7 | |
18 | καὶ ἠκουσαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσωσιν· ἐφοβοῦντο γὰρ αὐτόν, πᾶς γὰρ ὁ ὀχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ. | ||
19 | Καὶ ὁταν ὀψὲ ἐγένετο, ἐξεπορεύοντο ἐξω τῆς πόλεως. | ||
20 | καὶ παραπορευόμενοι πρωῒ εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν. | The Lesson from the Withered Fig Tree Mk.11.20-25 (Bethany) -[ Mk.11.20-25 → ] - Mt.21.20-22 | |
21 | καὶ ἀναμνησθεὶς ὁ Πέτρος λέγει αὐτῷ, Ῥαββί, ἰδε ἡ συκῆ ἣν κατηράσω ἐξήρανται. | ||
22 | καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς λέγει αὐτοῖς, Εἰ ἴχετε πίστιν θεοῦ, | ||
23 | ἀμὴν λέγω ὑμῖν ὅτι ὃς ἂν εἰπῃ τῷ ὀρει τούτῳ, Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ ἀλλὰ πιστεύῃ ὅτι ὃ λαλεῖ γίνεται, ἐς ται αὐτῷ. | ||
24 | διὰ τοῦτο λέγω ὑμῖν, πάντα ὁσα προσεύχεσθε καὶ αἰτεῖσθε, πιστεύετε ὅτι ἐλάβετε, καὶ ἐσται ὑμῖν. | ||
25 | καὶ ὁταν στήκετε προσευχόμενοι, ἀφίετε εἰ τι ἐχετε κατά τινος, ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν. | ||
26 | |||
27 | Καὶ ἐρχονται πάλιν εἰς Ἱεροσόλυμα. καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ ἐρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι | The Authority of Jesus Questioned Mk.11.27-33 (Jerusalem) -[ Mk.11.27-33 → ] - Mt.21.23-27, Lk.20.1-8 | |
28 | καὶ ἐλεγον αὐτῷ, Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; ἢ τίς σοι ἐδωκεν τὴν ἐξουσίαν ταύτην ἵνα ταῦτα ποιῇς; | ||
29 | ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Ἐπερωτήσω ὑμᾶς ἑνα λόγον, καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ· | ||
30 | τὸ βάπτισμα τὸ Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; ἀποκρίθητέ μοι. | ||
31 | καὶ διελογίζοντο πρὸς ἑαυτοὺς λέγοντες, Ἐὰν εἰπωμεν, Ἐξ οὐρανοῦ, ἐρεῖ, Διὰ τί | οὐκ ἐπιστεύσατε αὐτῷ;||
32 | ἀλλὰ εἰπωμεν, Ἐξ ἀνθρώπων; - ἐφοβοῦντο τὸν ὀχλον, ἀπαντες γὰρ εἶχον τὸν Ἰωάννην ὀντως ὅτι προφήτης ἦν. | ||
33 | καὶ ἀποκριθέντες τῷ Ἰησοῦ λέγουσιν, Οὐκ οἰδαμεν. καὶ ὁ Ἰησοῦς λέγει αὐτοῖς, Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. | ||
<< | ΜΚ:11 | >> |
---|