| 9 | ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ | ||
| 1 | Καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασεν καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν. | The Healing of a Paralytic Mt.9.1-8 (Capernaum) -[ Mt.9.1-8 → ] - Mk.2.1-12, Lk.5.17-26 | |
| 2 | καὶ ἰδοὺ προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον. καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπεν τῷ παραλυτικῷ, θάρσει, τέκνον· ἀφίενταί σου αἱ ἀμαρτίαι. | ||
| 3 | καὶ ἰδού τινες τῶν γραμματέων εἶπαν ἐν ἑαυτοῖς, Οὗτος βλασφημεῖ. | ||
| 4 | καὶ ἰδὼν ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν, Ἱνατί ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; | ||
| 5 | τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν, Ἀφίενταί σου αἱ ἀμαρτίαι, ἢ εἰπεῖν, Ἔγειρε καὶ περιπάτεὶ; | ||
| 6 | ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἐχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἀμαρτίας - τότε λέγει τῷ παραλυτικῷ, Ἐγερθεὶς ἆρόν σου τὴν κλίνην καὶ ὑπαγε εἰς τὸν οἶ κόν σου. | ||
| 7 | καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. | ||
| 8 | ἰδόντες δὲ οἱ ὀχλοι ἐφοβήθησαν καὶ ἐδόξασαν τὸν θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις. | ||
| 9 | Καὶ παράγων ὁ Ἰησοῦς ἐκεῖθεν εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Μαθθαῖον λεγόμενον, καὶ λέγει αὐτῷ, Ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. | The Calling of Matthew Mt.9.9-13 (Capernaum) -[ Mt.9.9-13 → ] - Mk.2.13-17, Lk.5.27-32 | |
| 10 | Καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ, καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἀμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ. | ||
| 11 | καὶ ἰδόντες οἱ Φαρισαῖοι ἐλεγον τοῖς μαθηταῖς αὐτοῦ, Διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἀμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν; | ||
| 12 | ὁ δὲ ἀκούσας εἶπεν, οὐ χρείαν ἐχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ' οἱ κακῶς ἐχοντες. | ||
| 13 | πορευθέντες δὲ μάθετε τί ἐστιν, Ἔλεος θέλω καὶ οὐ θυσίαν· οὐ γὰρ ἦλθον καλέσαι δικαίους ἀλλὰ ἀμαρτωλούς. | - I desire mercy, and not sacrifice Mt.9.13 - Hs.6.6 | |
| 14 | Τότε προσέρχονται αὐτῷ οἱ μαθηταὶ Ἰωάννου λέγοντες, Διὰ τί ἡμεῖς καὶ οἱ Φαρισαῖοι νηστεύομεν πολλά, οἱ δὲ μαθηταί σου οὐ νηστεύουσιν; | The Question about Fasting Mt.9.14-17 (Capernaum) -[ Mt.9.14-17 → ] - Mk.2.18-22, Lk.5.33-39 | |
| 15 | καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος πενθεῖν ἐφ' ὁσον μετ' αὐτῶν ἐστιν ὁ νυμφίος; ἐλεύσονται δὲ ἡμέραι ὁταν ἀπαρθῇ ἀπ' αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν. | ||
| 16 | οὐδεὶς δὲ ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ παλαιῷ· αἰρει γὰρ τὸ πλήρωμα αὐτοῦ ἀπὸ τοῦ ἱματίου, καὶ χεῖρον σχίσμα γίνεται. | ||
| 17 | οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή γε, ῥήγνυνται οἱ ἀσκοί, καὶ ὁ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπόλλυνται· ἀλλὰ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς κ αινούς, καὶ ἀμφότεροι συντηροῦνται. | ||
| 18 | Ταῦτα αὐτοῦ λαλοῦντος αὐτοῖς ἰδοὺ ἀρχων εἷς ἐλθὼν προσεκύνει αὐτῷ λέγων ὅτι Ἡ θυγάτηρ μου ἀρτι ἐτελεύτησεν· ἀλλὰ ἐλθὼν ἐπίθες τὴν χεῖρά σου ἐπ' αὐτήν, καὶ ζήσεται . | The Ruler's Daughter and the Woman who Touched Jesus' Garment Mt.9.18-26 (Capernaum) -[ Mt.9.18-26 → ] - Mk.5.21-43, Lk.8.40-56 | |
| 19 | καὶ ἐγερθεὶς ὁ Ἰησοῦς ἠκολούθησεν αὐτῷ καὶ οἱ μαθηταὶ αὐτοῦ. | ||
| 20 | Καὶ ἰδοὺ γυνὴ αἱμορροοῦσα δώδεκα ἐτη προσελθοῦσα ὀπισθεν ἡψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· | ||
| 21 | ἐλεγεν γὰρ ἐν ἑαυτῇ, Ἐὰν μόνον ἀψωμαι τοῦ ἱματίου αὐτοῦ σωθήσομαι. | ||
| 22 | ὁ δὲ Ἰησοῦς στραφεὶς καὶ ἰδὼν αὐτὴν εἶπεν, Θάρσει, θύγατερ· ἡ πίστις σου σέσωκέν σε. καὶ ἐσώθη ἡ γυνὴ ἀπὸ τῆς ὡρας ἐκείνης. | ||
| 23 | Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν τοῦ ἀρχοντος καὶ ἰδὼν τοὺς αὐλητὰς καὶ τὸν ὀχλον θορυβούμενον | ||
| 24 | ἐλεγεν, Ἀναχωρεῖτε, οὐ γὰρ ἀπέθανεν τὸ κοράσιον ἀλλὰ καθεύδει. καὶ κατεγέλων αὐτοῦ. | ||
| 25 | ὅτε δὲ ἐξεβλήθη ὁ ὀχλος, εἰσελθὼν ἐκράτησεν τῆς χειρὸς αὐτῆς, καὶ ἠγέρθη τὸ κοράσιον. | ||
| 26 | καὶ ἐξῆλθεν ἡ φήμη αὑτη εἰς ὁλην τὴν γῆν ἐκείνην. | ||
| 27 | Καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ ἠκολούθησαν δύο τυφλοὶ κράζοντες καὶ λέγοντες, Ἐλέησον ἡμᾶς, υἱὸς Δαυίδ. | The Healing of Two Blind Men Mt.9.27-31 (Capernaum) - | |
| 28 | ἐλθόντι δὲ εἰς τὴν οἰκίαν προσῆλθον αὐτῷ οἱ τυφλοί, καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς, Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαὶ λέγουσιν αὐτῷ, Ναί, κύριε. | ||
| 29 | τότε ἡψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων, Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. | ||
| 30 | καὶ ἠνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί. καὶ ἐνεβριμήθη αὐτοῖς ὁ Ἰησοῦς λέγων, Ὁρᾶτε μηδεὶς γινωσκέτω. | ||
| 31 | οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὁλῃ τῇ γῇ ἐκείνῃ. | ||
| 32 | Αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφὸν δαιμονιζόμενον· | The Healing of a Dumb Man Mt.9.32-34 (Capernaum) - | |
| 33 | καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός· καὶ ἐθαύμασαν οἱ ὀχλοι λέγοντες, Οὐδέποτε ἐφάνη οὑτως ἐν τῷ Ἰσραήλ. | ||
| 34 | οἱ δὲ Φαρισαῖοι ἐλεγον, ἐν τῷ ἀρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. | ||
| 35 | Καὶ περιῆγεν ὁ Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. | The Compassion of Jesus Mt.9.35-37 (Capernaum) - | |
| 36 | Ἰδὼν δὲ τοὺς ὀχλους ἐσπλαγχνίσθη περὶ αὐτῶν ὅτι ἦσαν ἐσκυλμένοι καὶ ἐρριμμένοι ὡσεὶ πρόβατα μὴ ἐχοντα ποιμένα. | ||
| 37 | τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ, Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· | ||
| 38 | δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὁπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ. | ||
| << | ΜΘ:9 | | |||
|---|---|---|---|