| 3 | ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ | ||
| 1 | Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ Βαπτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας | The Preaching of John the Baptist Mt.3.1-12 (Bethabara) -[ Mt.3.1-12 → ] - Mk.1.1-8, Lk.3.1-9, Jn.1.19-28 | |
| 2 | λέγων, Μετανοεῖτε, Ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. | ||
| 3 | οὗτος γάρ ἐστιν ὁ ῥηθεὶς διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. | - The voice of one crying in the wilderness Mt.3.3 - Is.40.3 | |
| 4 | Αὐτὸς δὲ ὁ Ἰωάννης εἶχεν τὸ ἐνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, ἡ δὲ τροφὴ ἦν αὐτοῦ ἀκρίδες καὶ μέλι ἀγριον. | ||
| 5 | τότε ἐξεπορεύετο πρὸς αὐτὸν Ἱεροσόλυμα καὶ πᾶσα ἡ Ἰουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου, | ||
| 6 | καὶ ἐβαπτίζοντο ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ' αὐτοῦ ἐξομολογούμενοι τὰς ἀμαρτίας αὐτῶν. | ||
| 7 | ἰδὼν δὲ πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα αὐτοῦ εἶπεν αὐτοῖς, γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; | ||
| 8 | ποιήσατε οὖν καρπὸν ἀξιον τῆς μετανοίας· | ||
| 9 | καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς, πατέρα ἐχομεν τὸν Ἀβραάμ, λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. | ||
| 10 | ἠδη δὲ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. | ||
| 11 | ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὑδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύμ ατι ἀγίῳ καὶ πυρί· | ||
| 12 | οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἀλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ἀποθήκην, τὸ δὲ ἀχυρον κατακαύσει πυρὶ ἀσβέστῳ. | ||
| 13 | Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην τοῦ βαπτισθῆναι ὑπ' αὐτοῦ. | The Baptism of Jesus Mt.3.13-17 (Bethabara) -[ Mt.3.13-17 → ] - Mk.1.9-11, Lk.3.21-22 | |
| 14 | ὁ δὲ Ἰωάννης διεκώλυεν αὐτὸν λέγων, Ἐγὼ χρείαν ἐχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἐρχῃ πρός μὲ; | ||
| 15 | ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν, Ἀφες ἀρτι, οὑτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. τότε ἀφίησιν αὐτόν. | ||
| 16 | βαπτισθεὶς δὲ ὁ Ἰησοῦς εὐθὺς ἀνέβη ἀπὸ τοῦ ὑδατος· καὶ ἰδοὺ ἠνεῴχθησαν οἱ οὐρανοί, καὶ εἶδεν Πνεῦμα θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν ἐρχόμεν ον ἐπ' αὐτόν· | ||
| 17 | καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα, Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα. | ||
| << | ΜΘ:3 | >> | |||
|---|---|---|---|