katapi New Study Bible - select-a-version
<< >> katapi HOME New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT
about ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ | GNT: contents | by passage | search---> | GO TO highlighted passage ↓ | in flowing text | select- | 2 | -versions | notes

26ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ

1 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς πάντας τοὺς λόγους τούτους, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ, The Plot to Kill Jesus Mt.26.1-5 (Jerusalem) -[ Mt.26.1-5 → ] - Mk.14.1-2, Lk.22.1-2, Jn.11.45-53
2 Οἰδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι.  
3 Τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καϊάφα,  
4 καὶ συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦν δόλῳ κρατήσωσιν καὶ ἀποκτείνωσιν·  
5 ἐλεγον δέ, Μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ.  
6 Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ,

The Anointing at Bethany   Mt.26.6-13 ( Bethany ) -[ Mt.26.6-13 → ] - Mk.14.3-9, Lk.12.1-8
7 προσῆλθεν αὐτῷ γυνὴ ἐχουσα ἀλάβαστρον μύρου βαρυτίμου καὶ κατέχεεν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἀνακειμένου.  
8 ἰδόντες δὲ οἱ μαθηταὶ ἠγανάκτησαν λέγοντες, Εἰς τί ἡ ἀπώλεια αὑτὴ;  
9 ἐδύνατο γὰρ τοῦτο πραθῆναι πολλοῦ καὶ δοθῆναι πτωχοῖς.  
10 γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Τί κόπους παρέχετε τῇ γυναικί; ἐργον γὰρ καλὸν ἠργάσατο εἰς ἐμέ·  
11 πάντοτε γὰρ τοὺς πτωχοὺς ἐχετε μεθ' ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἐχετε·  
12 βαλοῦσα γὰρ αὑτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν.  
13 ἀμὴν λέγω ὑμῖν, ὁπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὁλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὑτη εἰς μνημόσυνον αὐτῆς.  
14 Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς Judas' Agreement to Betray Jesus Mt.26.14-16 (Jerusalem) -[ Mt.26.14-16 → ] - Mk.14.10-11, Lk.22.3-6
15 εἶπεν, Τί θέλετέ μοι δοῦναι κἀγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια.

- they paid him thirty pieces of silver. Mt.26.15 - Zch.11.12
16 καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ.

 
17 Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες, Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχὰ; The Passover with the Disciples Mt.26.17-25 (Jerusalem) -[ Mt.26.17-25 → ] - Mk.14.12-21, Lk.22.7-14, Lk.22.21-23, Jn.13.21-30
18 ὁ δὲ εἶπεν, Ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἰπατε αὐτῷ, Ὁ διδάσκαλος λέγει, Ὁ καιρός μου ἐγγύς ἐστιν· πρὸς σὲ ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου.  
19 καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς, καὶ ἡτοίμασαν τὸ πάσχα.  
20 Ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα.

 
21 καὶ ἐσθιόντων αὐτῶν εἶπεν, Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.  
22 καὶ λυπούμενοι σφόδρα ἠρξαντο λέγειν αὐτῷ εἷς ἑκαστος, Μήτι ἐγώ εἰμι, κύριὲ;  
23 Ὁ δὲ ἀποκριθεὶς εἶπεν, ὁ ἐμβάψας μετ' ἐμοῦ τὴν χεῖρα ἐν τῷ τρυβλίῳ οὗτός με παραδώσει.  
24 ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δῖ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.  
25 ἀποκριθεὶς δὲ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν εἶπεν, Μήτι ἐγώ εἰμι, Ῥαββί; λέγει αὐτῷ, Σὺ εἶπας.

 
26 Ἐσθιόντων δὲ αὐτῶν λαβὼν ὁ Ἰησοῦς ἀρτον καὶ εὐλογήσας ἐκλασεν καὶ δοὺς τοῖς μαθηταῖς εἶπεν, Λάβετε φάγετε, τοῦτό ἐστιν τὸ σῶμά μου. The Institution of the Lord's Supper Mt.26.26-30 (Jerusalem) -[ Mt.26.26-30 → ] - Mk.14.22-25, Lk.22.14-23, 1Cor.11.23-26
27 καὶ λαβὼν ποτήριον καὶ εὐχαριστήσας ἐδωκεν αὐτοῖς λέγων, Πίετε ἐξ αὐτοῦ πάντες,

 
28 τοῦτο γάρ ἐστιν τὸ αἷμά μου τῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυννόμενον εἰς ἀφεσιν ἀμαρτιῶν.

 
29 λέγω δὲ ὑμῖν, οὐ μὴ πίω ἀπ' ἀρτι ἐκ τούτου τοῦ γενήματος τῆς ἀμπέλου ἑως τῆς ἡμέρας ἐκείνης ὁταν αὐτὸ πίνω μεθ' ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου.  
30 Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ Ὀρος τῶν Ἐλαιῶν.  
31 Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς, Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ, γέγραπται γάρ,
Πατάξω τὸν ποιμένα,
καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης·

Peter's Denial Foretold   Mt.26.31-35 ( ) -[ Mt.26.31-35 → ] - Mk.14.27-31, Lk.22.31-34, Jn.13.36-38
32 μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.  
33 ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ, Εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι.  
34 ἐφη αὐτῷ ὁ Ἰησοῦς, Ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με.  
35 λέγει αὐτῷ ὁ Πέτρος, Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι. ὁμοίως καὶ πάντες οἱ μαθηταὶ εἶπαν.  
36 Τότε ἐρχεται μετ' αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανί, καὶ λέγει τοῖς μαθηταῖς, Καθίσατε αὐτοῦ ἑως οὗ ἀπελθὼν ἐκεῖ προσεύξωμαι. The Prayer in Gethsemane Mt.26.36-46 (Gethsemane) -[ Mt.26.36-46 → ] - Mk.14.32-42, Lk.22.39-46
37 καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου ἠρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν.  
38 τότε λέγει αὐτοῖς, Περίλυπός ἐστιν ἡ ψυχή μου ἑως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετ' ἐμοῦ.  
39 καὶ προελθὼν μικρὸν ἐπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων, Πάτερ μου, εἰ δυνατόν ἐστιν, παρελθάτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω ἀλλ' ὡς σύ.  
40 καὶ ἐρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ, οὑτως οὐκ ἰσχύσατε μίαν ὡραν γρηγορῆσαι μετ' ἐμοῦ;

 
41 γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν Πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής.

 
42 πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων, Πάτερ μου, εἰ οὐ δύναται τοῦτο παρελθεῖν ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου.

 
43 καὶ ἐλθὼν πάλιν εὗρεν αὐτοὺς καθεύδοντας, ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι.  
44 καὶ ἀφεὶς αὐτοὺς πάλιν ἀπελθὼν προσηύξατο ἐκ τρίτου τὸν αὐτὸν λόγον εἰπὼν πάλιν.  
45 τότε ἐρχεται πρὸς τοὺς μαθητὰς καὶ λέγει αὐτοῖς, Καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθὲ; ἰδοὺ ἤγγικεν ἡ ὡρα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀμαρτωλῶν.

 
46 ἐγείρεσθε, ἀγωμεν· ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με.  
47 Καὶ ἐτι αὐτοῦ λαλοῦντος ἰδοὺ Ἰούδας εἷς τῶν δώδεκα ἦλθεν καὶ μετ' αὐτοῦ ὀχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ.

The Betrayal and Arrest of Jesus   Mt.26.47-56 ( Gethsemane ) -[ Mt.26.47-56 → ] - Mk.14.43-50, Lk.22.47-53, Jn.18.3-12
48 ὁ δὲ παραδιδοὺς αὐτὸν ἐδωκεν αὐτοῖς σημεῖον λέγων, Ὅν ἂν φιλήσω αὐτός ἐστιν· κρατήσατε αὐτόν.  
49 καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπεν, Χαῖρε, Ῥαββί· καὶ κατεφίλησεν αὐτόν.

 
50 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Ἑταῖρε, ἐφ' ὃ πάρει. τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν καὶ ἐκράτησαν αὐτόν.

 
51 καὶ ἰδοὺ εἷς τῶν μετὰ Ἰησοῦ ἐκτείνας τὴν χεῖρα ἀπέσπασεν τὴν μάχαιραν αὐτοῦ καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον.

 
52 τότε λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἀπόστρεψον τὴν μάχαιράν σου εἰς τὸν τόπον αὐτῆς, πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρῃ ἀπολοῦνται.  
53 ἢ δοκεῖς ὅτι οὐ δύναμαι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι ἀρτι πλείω δώδεκα λεγιῶνας ἀγγέλων;  
54 πῶς οὖν πληρωθῶσιν αἱ γραφαὶ ὅτι οὑτως δεῖ γενέσθαὶ;  
55 Ἐν ἐκείνῃ τῇ ὡρᾳ εἶπεν ὁ Ἰησοῦς τοῖς ὀχλοις, Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν μὲ καθ' ἡμέραν ἐν τῷ ἱερῷ ἐκαθεζόμην διδάσκων καὶ οὐκ ἐκρ ατήσατέ με.

 
56 τοῦτο δὲ ὁλον γέγονεν ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν. Τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἐφυγον.  
57 Οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὁπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν. Jesus before the Council Mt.26.57-68 (Jerusalem) -[ Mt.26.57-68 → ] - Mk.14.53-65, Lk.22.54-55, Jn.18.13-14, Jn.18.19-24
58 ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν ἑως τῆς αὐλῆς τοῦ ἀρχιερέως, καὶ εἰσελθὼν ἐσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος.  
59 οἱ δὲ ἀρχιερεῖς καὶ τὸ συνέδριον ὁλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ ὁπως αὐτὸν θανατώσωσιν,

 
60 καὶ οὐχ εὗρον πολλῶν προσελθόντων ψευδομαρτύρων. ὑστερον δὲ προσελθόντες δύο  
61 εἶπαν, Οὗτος ἐφη, Δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ θεοῦ καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι.  
62 καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ, Οὐδὲν ἀποκρίνῃ; τί οὗτοί σου καταμαρτυροῦσιν;

 
63 ὁ δὲ Ἰησοῦς ἐσιώπα. καὶ ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ, Ἐξορκίζω σε κατὰ τοῦ θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἰπῃς εἰ σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ.  
64 λέγει αὐτῷ ὁ Ἰησοῦς, Σὺ εἶπας· πλὴν λέγω ὑμῖν,
ἀπ' ἀρτι ὀψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου
καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως
καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.

- hereafter you will see the Son of man Mt.26.64 - Ps.110.1, Dn.7.13
65 τότε ὁ ἀρχιερεὺς διέρρηξεν τὰ ἱμάτια αὐτοῦ λέγων, Ἐβλασφήμησεν· τί ἐτι χρείαν ἐχομεν μαρΤύρων; ἰδε νῦν ἠκούσατε τὴν βλασφημίαν·

 
66 τί ὑμῖν δοκεῖ; οἱ δὲ ἀποκριθέντες εἶπαν, Ἔνοχος θανάτου ἐστίν.  
67 Τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν, οἱ δὲ ἐράπισαν

 
68 λέγοντες, Προφήτευσον ἡμῖν, Χριστέ, τίς ἐστιν ὁ παίσας σὲ;  
69 Ὁ δὲ Πέτρος ἐκάθητο ἐξω ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα, Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου. Peter's Denial of Jesus Mt.26.69-75 (Jerusalem) -[ Mt.26.69-75 → ] - Mk.14.66-72, Lk.22.56-62, Jn.18.15-18, Jn.18.25-27
70 ὁ δὲ ἠρνήσατο ἐμπροσθεν πάντων λέγων, Οὐκ οἶδα τί λέγεις.  
71 ἐξελθόντα δὲ εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἀλλη καὶ λέγει τοῖς ἐκεῖ, Οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου.  
72 καὶ πάλιν ἠρνήσατο μετὰ ὁρκου ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον.  
73 μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ, Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ, καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ.

 
74 τότε ἠρξατο καταθεματίζειν καὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν.  
75 καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματος Ἰησοῦ εἰρηκότος ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με· καὶ ἐξελθὼν ἐξω ἐκλαυσεν πικρῶς.  
    << | ΜΘ:26 | >>  

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.
The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes ?
Please e-mail me. © This page: Paul Ingram 2012.