| 18 | ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ | ||
| 1 | Ἐν ἐκείνῃ τῇ ὡρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες, Τίς ἀρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν; | The Greatest in the Kingdom Mt.18.1-5 (Capernaum) -[ Mt.18.1-5 → ] - Mk.9.33-37, Lk.9.46-48 | |
| 2 | καὶ προσκαλεσάμενος παιδίον ἐστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν | ||
| 3 | καὶ εἶπεν, Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. | ||
| 4 | ὁστις οὖν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὗτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. | ||
| 5 | καὶ ὃς ἐὰν δέξηται ἓν παιδίον τοιοῦτο ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται. | Temptations to Sin Mt.18.5-9 (Capernaum) -[ Mt.18.5-9 → ] - Mk.9.42-48, Lk.17.1-2 | |
| 6 | Ὃς δ' ἂν σκανδαλίσῃ ἑνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τη 'ς θαλάσσης. | ||
| 7 | οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων· ἀνάγκη γὰρ ἐλθεῖν τὰ σκάνδαλα, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ δῖ οὗ τὸ σκάνδαλον ἐρχεται. | ||
| 8 | Εἰ δὲ ἡ χείρ σου ἢ ὁ πούς σου σκανδαλίζει σε, ἐκκοψον αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστιν εἰσελθεῖν εἰς τὴν ζωὴν κυλλὸν ἢ χωλόν, ἢ δύο χεῖρας ἢ δύο πόδας ἐχοντ α βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον. | ||
| 9 | καὶ εἰ ὁ ὀφθαλμός σου σκανδαλίζει σε, ἐξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστιν μονόφθαλμον εἰς τὴν ζωὴν εἰσελθεῖν, ἢ δύο ὀφθαλμοὺς ἐχοντα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρός. | ||
| 10 | Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· λέγω γὰρ ὑμῖν ὅτι οἱ ἀγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. | The Parable of the Lost Sheep Mt.18.10-14 (Capernaum) -[ Mt.18.10-14 → ] - Lk.15.3-7 | |
| 11 | ῆλθεν γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου σῶσαι τὸ ἀπολωλός. | ||
| 12 | Τί ὑμῖν δοκεῖ; ἐὰν γένηταί τινι ἀνθρώπῳ ἑκατὸν πρόβατα καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν, οὐχὶ ἀφήσει τὰ ἐνενήκοντα ἐννέα ἐπὶ τὰ ὀρη καὶ πορευθεὶς ζητεῖ τὸ πλανώμενον; | ||
| 13 | καὶ ἐὰν γένηται εὑρεῖν αὐτό, ἀμὴν λέγω ὑμῖν ὅτι χαίρει ἐπ' αὐτῷ μᾶλλον ἢ ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις. | ||
| 14 | οὑτως οὐκ ἐστιν θέλημα ἐμπροσθεν τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς ἵνα ἀπόληται ἓν τῶν μικρῶν τούτων. | ||
| 15 | Ἐὰν δὲ ἀμαρτήσῃ ὁ ἀδελφός σου, ὑπαγε ἐλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου· | A Brother who Sins Mt.18.15-20 (Capernaum) -[ Mt.18.15-20 → ] - Lk.17.3 | |
| 16 | ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἐτι ἑνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ῥῆμα· | - confirmed by the evidence of two or three witnesses Mt.18.16 - Dt.19.15 | |
| 17 | ἐὰν δὲ παρακούσῃ αὐτῶν, εἰπὲ τῇ ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς ἐκκλησίας παρακούσῃ, ἐστω σοι ὡσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης. | ||
| 18 | Ἀμὴν λέγω ὑμῖν, ὁσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς ἐσται δεδεμένα ἐν οὐρανῷ καὶ ὁσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς ἐσται λελυμένα ἐν οὐρανῷ. | ||
| 19 | Πάλιν λέγω ὑμῖν ὅτι ἐὰν δύο συμφωνήσωσιν ἐξ ὑμῶν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. | ||
| 20 | οὗ γάρ εἰσιν δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὀνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. | ||
| 21 | Τότε προσελθὼν ὁ Πέτρος εἶπεν αὐτῷ, Κύριε, ποσάκις ἀμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου καὶ ἀφήσω αὐτῷ; ἑως ἑπτάκις; | The Parable of the Unforgiving Servant Mt.18.21-35 (Capernaum) - | |
| 22 | λέγει αὐτῷ ὁ Ἰησοῦς, Οὐ λέγω σοι ἑως ἑπτάκις ἀλλὰ ἑως ἑβδομηκοντάκις ἑπτά. | ||
| 23 | Διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ ὃς ἠθέλησεν συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ. | ||
| 24 | ἀρξαμένου δὲ αὐτοῦ συναίρειν προσηνέχθη αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων. | ||
| 25 | μὴ ἐχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ κύριος πραθῆναι καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ πάντα ὁσα ἐχει, καὶ ἀποδοθῆναι. | ||
| 26 | πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ λέγων, Μακροθύμησον ἐπ' ἐμοί, καὶ πάντα ἀποδώσω σοι. | ||
| 27 | σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτόν, καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ. | ||
| 28 | ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος εὗρεν ἑνα τῶν συνδούλων αὐτοῦ ὃς ὠφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἐπνιγεν λέγων, Ἀπόδος εἰ τι ὀφείλεις. | ||
| 29 | πεσὼν οὖν ὁ σύνδουλος αὐτοῦ παρεκάλει αὐτὸν λέγων, Μακροθύμησον ἐπ' ἐμοί, καὶ ἀποδώσω σοι. | ||
| 30 | ὁ δὲ οὐκ ἠθελεν, ἀλλὰ ἀπελθὼν ἐβαλεν αὐτὸν εἰς φυλακὴν ἑως ἀποδῷ τὸ ὀφειλόμενον. | ||
| 31 | ἰδόντες οὖν οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα, καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα. | ||
| 32 | τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ λέγει αὐτῷ, Δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με· | ||
| 33 | οὐκ ἐδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς κἀγὼ σὲ ἠλέησὰ; | ||
| 34 | καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς ἑως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον. | ||
| 35 | Οὑτως καὶ ὁ πατήρ μου ὁ οὐράνιος ποιήσει ὑμῖν ἐὰν μὴ ἀφῆτε ἑκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν. | ||
| << | ΜΘ:18 | >> | |||
|---|---|---|---|