|
18 | ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ |
|
1 |
Ἐν ἐκείνῃ τῇ ὡρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες, Τίς ἀρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν; | The Greatest in the Kingdom Mt.18.1-5 (Capernaum) -[ Mt.18.1-5 → ] - Mk.9.33-37, Lk.9.46-48 |
2 |
καὶ προσκαλεσάμενος παιδίον ἐστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν | |
3 |
καὶ εἶπεν, Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. | |
4 |
ὁστις οὖν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὗτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. | |
5 |
καὶ ὃς ἐὰν δέξηται ἓν παιδίον τοιοῦτο ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται. | Temptations to Sin Mt.18.5-9 (Capernaum) -[ Mt.18.5-9 → ] - Mk.9.42-48, Lk.17.1-2 |
6 |
Ὃς δ' ἂν σκανδαλίσῃ ἑνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τη 'ς θαλάσσης. | |
7 |
οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων· ἀνάγκη γὰρ ἐλθεῖν τὰ σκάνδαλα, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ δῖ οὗ τὸ σκάνδαλον ἐρχεται. | |
8 |
Εἰ δὲ ἡ χείρ σου ἢ ὁ πούς σου σκανδαλίζει σε, ἐκκοψον αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστιν εἰσελθεῖν εἰς τὴν ζωὴν κυλλὸν ἢ χωλόν, ἢ δύο χεῖρας ἢ δύο πόδας ἐχοντ α βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον. | |
9 |
καὶ εἰ ὁ ὀφθαλμός σου σκανδαλίζει σε, ἐξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστιν μονόφθαλμον εἰς τὴν ζωὴν εἰσελθεῖν, ἢ δύο ὀφθαλμοὺς ἐχοντα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρός. | |
10 |
Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· λέγω γὰρ ὑμῖν ὅτι οἱ ἀγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. | The Parable of the Lost Sheep Mt.18.10-14 (Capernaum) -[ Mt.18.10-14 → ] - Lk.15.3-7 |
11 |
ῆλθεν γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου σῶσαι τὸ ἀπολωλός. | |
12 |
Τί ὑμῖν δοκεῖ; ἐὰν γένηταί τινι ἀνθρώπῳ ἑκατὸν πρόβατα καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν, οὐχὶ ἀφήσει τὰ ἐνενήκοντα ἐννέα ἐπὶ τὰ ὀρη καὶ πορευθεὶς ζητεῖ τὸ πλανώμενον; | |
13 |
καὶ ἐὰν γένηται εὑρεῖν αὐτό, ἀμὴν λέγω ὑμῖν ὅτι χαίρει ἐπ' αὐτῷ μᾶλλον ἢ ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις. | |
14 |
οὑτως οὐκ ἐστιν θέλημα ἐμπροσθεν τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς ἵνα ἀπόληται ἓν τῶν μικρῶν τούτων. | |
15 |
Ἐὰν δὲ ἀμαρτήσῃ ὁ ἀδελφός σου, ὑπαγε ἐλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου· | A Brother who Sins Mt.18.15-20 (Capernaum) -[ Mt.18.15-20 → ] - Lk.17.3 |
16 |
ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἐτι ἑνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ῥῆμα· | - confirmed by the evidence of two or three witnesses Mt.18.16 - Dt.19.15 |
17 |
ἐὰν δὲ παρακούσῃ αὐτῶν, εἰπὲ τῇ ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς ἐκκλησίας παρακούσῃ, ἐστω σοι ὡσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης. | |
18 |
Ἀμὴν λέγω ὑμῖν, ὁσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς ἐσται δεδεμένα ἐν οὐρανῷ καὶ ὁσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς ἐσται λελυμένα ἐν οὐρανῷ. | |
19 |
Πάλιν λέγω ὑμῖν ὅτι ἐὰν δύο συμφωνήσωσιν ἐξ ὑμῶν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. | |
20 |
οὗ γάρ εἰσιν δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὀνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. | |
21 |
Τότε προσελθὼν ὁ Πέτρος εἶπεν αὐτῷ, Κύριε, ποσάκις ἀμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου καὶ ἀφήσω αὐτῷ; ἑως ἑπτάκις; | The Parable of the Unforgiving Servant Mt.18.21-35 (Capernaum) - |
22 |
λέγει αὐτῷ ὁ Ἰησοῦς, Οὐ λέγω σοι ἑως ἑπτάκις ἀλλὰ ἑως ἑβδομηκοντάκις ἑπτά. | |
23 |
Διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ ὃς ἠθέλησεν συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ. | |
24 |
ἀρξαμένου δὲ αὐτοῦ συναίρειν προσηνέχθη αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων. | |
25 |
μὴ ἐχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ κύριος πραθῆναι καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ πάντα ὁσα ἐχει, καὶ ἀποδοθῆναι. | |
26 |
πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ λέγων, Μακροθύμησον ἐπ' ἐμοί, καὶ πάντα ἀποδώσω σοι. | |
27 |
σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτόν, καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ. | |
28 |
ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος εὗρεν ἑνα τῶν συνδούλων αὐτοῦ ὃς ὠφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἐπνιγεν λέγων, Ἀπόδος εἰ τι ὀφείλεις. | |
29 |
πεσὼν οὖν ὁ σύνδουλος αὐτοῦ παρεκάλει αὐτὸν λέγων, Μακροθύμησον ἐπ' ἐμοί, καὶ ἀποδώσω σοι. | |
30 |
ὁ δὲ οὐκ ἠθελεν, ἀλλὰ ἀπελθὼν ἐβαλεν αὐτὸν εἰς φυλακὴν ἑως ἀποδῷ τὸ ὀφειλόμενον. | |
31 |
ἰδόντες οὖν οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα, καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα. | |
32 |
τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ λέγει αὐτῷ, Δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με· | |
33 |
οὐκ ἐδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς κἀγὼ σὲ ἠλέησὰ; | |
34 |
καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς ἑως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον. | |
35 |
Οὑτως καὶ ὁ πατήρ μου ὁ οὐράνιος ποιήσει ὑμῖν ἐὰν μὴ ἀφῆτε ἑκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν. | |
|
|
<< | ΜΘ:18 | >> |
|