| 16 | ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ | ||
| 1 | Kαὶ προσελθόντες οἱ Φαρισαῖοι καὶ Σαδδουκαῖοι πειράζοντες ἐπηρώτησαν αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς. | The Demand for a Sign Mt.16.1-4 (Gennesaret) -[ Mt.16.1-4 → ] - Mk.8.11-13, Lk.12.54-56 | |
| 2 | ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, | ||
| 3 | καὶ πρωΐ, Σήμερον χειμών, πυρράζει γὰρ στυγνάζων ὁ οὐρανός. τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε διακρίνειν, τὰ δὲ σημεῖα τῶν καιρῶν οὐ δύνασθε. | ||
| 4 | Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ. καὶ καταλιπὼν αὐτοὺς ἀπῆλθεν. | ||
| 5 | Καὶ ἐλθόντες οἱ μαθηταὶ εἰς τὸ πέραν ἐπελάθοντο ἀρτους λαβεῖν. | The Leaven of the Pharisees and Sadducees Mt.16.5-12 (Gennesaret) -[ Mt.16.5-12 → ] - Mk.8.14-21 | |
| 6 | ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Ὁρᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων. | ||
| 7 | οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες ὅτι Ἄρτους οὐκ ἐλάβομεν. | ||
| 8 | γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν, Τί διαλογίζεσθε ἐν ἑαυτοῖς, ὀλιγόπιστοι, ὅτι ἀρτους οὐκ ἐχετὲ; | ||
| 9 | οὐπω νοεῖτε, οὐδὲ μνημονεύετε τοὺς πέντε ἀρτους τῶν πεντακισχιλίων καὶ πόσους κοφίνους ἐλάβετὲ; | ||
| 10 | οὐδὲ τοὺς ἑπτὰ ἀρτους τῶν τετρακισχιλίων καὶ πόσας σπυρίδας ἐλάβετὲ; | ||
| 11 | πῶς οὐ νοεῖτε ὅτι οὐ περὶ ἀρτων εἶπον ὑμῖν; προσέχετε δὲ ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων. | ||
| 12 | τότε συνῆκαν ὅτι οὐκ εἶπεν προσέχειν ἀπὸ τῆς ζύμης τῶν ἀρτων ἀλλὰ ἀπὸ τῆς διδαχῆς τῶν Φαρισαίων καὶ Σαδδουκαίων. | ||
| 13 | Ἐλθὼν δὲ ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων, Τίνα λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώποὺ; | Peter's Declaration about Jesus Mt.16.13-20 (Caesarea Philippi) -[ Mt.16.13-20 → ] - Mk.8.27-30, Lk.9.18-21 | |
| 14 | οἱ δὲ εἶπαν, Οἱ μὲν Ἰωάννην τὸν βαπτιστήν, ἀλλοι δὲ Ἠλίαν, ἑτεροι δὲ Ἰερεμίαν ἢ ἑνα τῶν προφητῶν. | ||
| 15 | λέγει αὐτοῖς, Ὑμεῖς δὲ τίνα με λέγετε εἶναὶ; | ||
| 16 | ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπεν, Σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος. | ||
| 17 | ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῷ, Μακάριος εἶ, Σίμων βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι ἀλλ' ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. | ||
| 18 | κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδουδου οὐ κατισχύσουσιν αὐτῆς. | ||
| 19 | δώσω σοι τὰς κλεῖδας τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς ἐσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς ἐσται λελυμένον ἐν τοῖς οὐρανοῖς. | ||
| 20 | τότε διεστείλατο τοῖς μαθηταῖς ἵνα μηδενὶ εἰπωσιν ὅτι αὐτός ἐστιν ὁ Χριστός. | ||
| 21 | Ἀπὸ τότε ἠρξατο ὁ Ἰησοῦς δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν εἰς Ἱεροσόλυμα ἀπελθεῖν καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι. | Jesus Foretells His Death and Resurrection Mt.16.21-28 (Caesarea Philippi) -[ Mt.16.21-28 → ] - Mk.8.31-9.1, Lk.9.22-27 | |
| 22 | καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος ἠρξατο ἐπιτιμᾶν αὐτῷ λέγων, Ἱλεώς σοι, κύριε· οὐ μὴ ἐσται σοι τοῦτο. | ||
| 23 | ὁ δὲ στραφεὶς εἶπεν τῷ Πέτρῳ, Ὑπαγε ὀπίσω μου, Σατανᾶ· σκάνδαλον εἶ ἐμοῦ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων. | ||
| 24 | Τότε ὁ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ, Εἰ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι. | ||
| 25 | ὃς γὰρ ἐὰν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν· ὃς δ' ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἑνεκεν ἐμοῦ εὑρήσει αὐτήν. | ||
| 26 | τί γὰρ ὠφεληθήσεται ἄνθρωπος ἐὰν τὸν κόσμον ὁλον κερδήσῃ τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; | ||
| 27 | μέλλει γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. | ||
| 28 | ἀμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινες τῶν ὧδε ἑστώτων οἱτινες οὐ μὴ γεύσωνται θανάτου ἑως ἂν ἰδωσιν τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ. | ||
| << | ΜΘ:16 | >> | |||
|---|---|---|---|