katapi New Study Bible - select-a-version
<< >> katapi HOME The Septuagint - OLD TESTAMENT
about ΨΑΛΜΟΙ | Lxx: contents | by passage | search---> | in flowing text | select- | 2 | -versions | notes

2ΨΑΛΜΟΙ

1 Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά;
God's Chosen King. Psalm 2
2 παρέστησαν οἱ βασιλεῖς τῆς γῆς
καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ
κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ.
Διάψαλμα.

 
3 Διαρρήξωμεν τοὺς δεσμοὺς αὐτῶν,
καὶ ἀπορρίψωμεν ἀφ' ἡμῶν τὸν ζυγὸν αὐτῶν.

 
4 ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτούς,
καὶ ὁ κύριος ἐκμυκτηριεῖ αὐτούς.

 
5 τότε λαλήσει πρὸς αὐτοὺς,
ἐν ὀργῇ αὐτοῦ καὶ ἐν τῷ θυμῷ,
αὐτοῦ ταράξει αὐτούς.

 
6 Ἑγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ
ἐπὶ Σιων ὄρος τὸ ἅγιον αὐτοῦ,

 
7 διαγγέλλων τὸ πρόσταγμα κυρίου Κύριου.
Κύριος εἶπεν πρός με Υἱός μου εἶ σύ,
ἐγὼ σήμερον γεγέννηκά σε·

 
8 αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου,
καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς·

 
9 ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ,
ὡς σκεῦος κεραμέως συντρίψεις αὐτούς.

 
10 καὶ νῦν, βασιλεῖς, σύνετε·
παιδεύθητε, πάντες οἱ κρίνοντες τὴν γῆν.

 
11 δουλεύσατε τῷ κυρίῳ ἐν φόβῳ,
καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ.

 
12 δράξασθε παιδείας, μήποτε ὀργισθῇ Κύριος,
καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας,
ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ.
μακάριοι πάντες οἱ πεποιθότες ἐπ' αὐτῷ.

 
    << | Ψ:2 | >>  

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.
The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes ?
Please e-mail me. © This page: Paul Ingram 2012.