|
16 | ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ |
|
1 |
Kαὶ προσελθόντες οἱ Φαρισαῖοι καὶ Σαδδουκαῖοι πειράζοντες ἐπηρώτησαν αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς. | The Demand for a Sign Mt.16.1-4 (Gennesaret) -[ Mt.16.1-4 → ] - Mk.8.11-13, Lk.12.54-56 |
2 |
ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, | |
3 |
καὶ πρωΐ, Σήμερον χειμών, πυρράζει γὰρ στυγνάζων ὁ οὐρανός. τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε διακρίνειν, τὰ δὲ σημεῖα τῶν καιρῶν οὐ δύνασθε. | |
4 |
Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ. καὶ καταλιπὼν αὐτοὺς ἀπῆλθεν. | |
5 |
Καὶ ἐλθόντες οἱ μαθηταὶ εἰς τὸ πέραν ἐπελάθοντο ἀρτους λαβεῖν. | The Leaven of the Pharisees and Sadducees Mt.16.5-12 (Gennesaret) -[ Mt.16.5-12 → ] - Mk.8.14-21 |
6 |
ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Ὁρᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων. | |
7 |
οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες ὅτι Ἄρτους οὐκ ἐλάβομεν. | |
8 |
γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν, Τί διαλογίζεσθε ἐν ἑαυτοῖς, ὀλιγόπιστοι, ὅτι ἀρτους οὐκ ἐχετὲ; | |
9 |
οὐπω νοεῖτε, οὐδὲ μνημονεύετε τοὺς πέντε ἀρτους τῶν πεντακισχιλίων καὶ πόσους κοφίνους ἐλάβετὲ; | |
10 |
οὐδὲ τοὺς ἑπτὰ ἀρτους τῶν τετρακισχιλίων καὶ πόσας σπυρίδας ἐλάβετὲ; | |
11 |
πῶς οὐ νοεῖτε ὅτι οὐ περὶ ἀρτων εἶπον ὑμῖν; προσέχετε δὲ ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων. | |
12 |
τότε συνῆκαν ὅτι οὐκ εἶπεν προσέχειν ἀπὸ τῆς ζύμης τῶν ἀρτων ἀλλὰ ἀπὸ τῆς διδαχῆς τῶν Φαρισαίων καὶ Σαδδουκαίων. | |
13 |
Ἐλθὼν δὲ ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων, Τίνα λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώποὺ; | Peter's Declaration about Jesus Mt.16.13-20 (Caesarea Philippi) -[ Mt.16.13-20 → ] - Mk.8.27-30, Lk.9.18-21 |
14 |
οἱ δὲ εἶπαν, Οἱ μὲν Ἰωάννην τὸν βαπτιστήν, ἀλλοι δὲ Ἠλίαν, ἑτεροι δὲ Ἰερεμίαν ἢ ἑνα τῶν προφητῶν. | |
15 |
λέγει αὐτοῖς, Ὑμεῖς δὲ τίνα με λέγετε εἶναὶ; | |
16 |
ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπεν, Σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος. | |
17 |
ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῷ, Μακάριος εἶ, Σίμων βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι ἀλλ' ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. | |
18 |
κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδουδου οὐ κατισχύσουσιν αὐτῆς. | |
19 |
δώσω σοι τὰς κλεῖδας τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς ἐσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς ἐσται λελυμένον ἐν τοῖς οὐρανοῖς. | |
20 |
τότε διεστείλατο τοῖς μαθηταῖς ἵνα μηδενὶ εἰπωσιν ὅτι αὐτός ἐστιν ὁ Χριστός. | |
21 |
Ἀπὸ τότε ἠρξατο ὁ Ἰησοῦς δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν εἰς Ἱεροσόλυμα ἀπελθεῖν καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι. | Jesus Foretells His Death and Resurrection Mt.16.21-28 (Caesarea Philippi) -[ Mt.16.21-28 → ] - Mk.8.31-9.1, Lk.9.22-27 |
22 |
καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος ἠρξατο ἐπιτιμᾶν αὐτῷ λέγων, Ἱλεώς σοι, κύριε· οὐ μὴ ἐσται σοι τοῦτο. | |
23 |
ὁ δὲ στραφεὶς εἶπεν τῷ Πέτρῳ, Ὑπαγε ὀπίσω μου, Σατανᾶ· σκάνδαλον εἶ ἐμοῦ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων. | |
24 |
Τότε ὁ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ, Εἰ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι. | |
25 |
ὃς γὰρ ἐὰν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν· ὃς δ' ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἑνεκεν ἐμοῦ εὑρήσει αὐτήν. | |
26 |
τί γὰρ ὠφεληθήσεται ἄνθρωπος ἐὰν τὸν κόσμον ὁλον κερδήσῃ τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; | |
27 |
μέλλει γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. | |
28 |
ἀμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινες τῶν ὧδε ἑστώτων οἱτινες οὐ μὴ γεύσωνται θανάτου ἑως ἂν ἰδωσιν τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ. | |
|
|
<< | ΜΘ:16 | >> |
|