15 | ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ | ||
1 | Τότε προσέρχονται τῷ Ἰησοῦ ἀπὸ Ἱεροσολύμων Φαρισαῖοι καὶ γραμματεῖς λέγοντες, | The Tradition of the Elders Mt.15.1-20 (Capernaum) -[ Mt.15.1-20 → ] - Mk.7.1-23 | |
2 | Διὰ τί οἱ μαθηταί σου παραβαίνουσιν τὴν παράδοσιν τῶν πρεσβυτέρων; οὐ γὰρ νίπτονται τὰς χεῖρας αὐτῶν ὁταν ἀρτον ἐσθίωσιν. | ||
3 | ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Διὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν; | ||
4 | ὁ γὰρ θεὸς εἶπεν, τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καὶ ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω· | - Honour your father and your mother Mt.15.4 - Ex.20.12, Dt.5.16, Ex.21.17 | |
5 | ὑμεῖς δὲ λέγετε, Ὃς ἂν εἰπῃ τῷ πατρὶ ἢ τῇ μητρί, Δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, | ||
6 | οὐ μὴ τιμήσει τὸν πατέρα αὐτοῦ· καὶ ἠκυρώσατε τὸν λόγον τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν. | ||
7 | ὑποκριταί, καλῶς ἐπροφήτευσεν περὶ ὑμῶν Ἠσαΐας λέγων, | ||
8 | Ὁ λαὸς οὗτος τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ' ἐμοῦ· | - This people honours me with their lips Mt.15.8-9 - Is.29.13 | |
9 | μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων. | ||
10 | Καὶ προσκαλεσάμενος τὸν ὀχλον εἶπεν αὐτοῖς, Ἀκούετε καὶ συνίετε· | ||
11 | οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος τοῦτο κοινοῖ τὸν ἄνθρωπον. | ||
12 | Τότε προσελθόντες οἱ μαθηταὶ λέγουσιν αὐτῷ, Οἶδας ὅτι οἱ Φαρισαῖοι ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν; | ||
13 | ὁ δὲ ἀποκριθεὶς εἶπεν, Πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται. | ||
14 | ἀφετε αὐτούς· τυφλοί εἰσιν ὁδηγοί | · τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον πεσοῦνται.||
15 | Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ, Φράσον ἡμῖν τὴν παραβολήν | .||
16 | ὁ δὲ εἶπεν, Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστὲ; | ||
17 | οὐ νοεῖτε ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεταὶ; | ||
18 | τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον. | ||
19 | ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι. | ||
20 | ταῦτά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον, τὸ δὲ ἀνίπτοις χερσὶν φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον. | ||
21 | Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος. | The Canaanite Woman's Faith Mt.15.21-28 (Phoenecia) -[ Mt.15.21-28 → ] - Mk.7.24-30 | |
22 | καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἐκραζεν λέγουσα, Ἐλέησόν με, κύριε, υἱὸς Δαυίδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. | ||
23 | ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτουν αὐτὸν λέγοντες, Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὀπισθεν ἡμῶν. | ||
24 | ὁ δὲ ἀποκριθεὶς εἶπεν, Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἰκου Ἰσραήλ. | ||
25 | ἡ δὲ ἐλθοῦσα προσεκύνει αὐτῷ λέγουσα, Κύριε, βοήθει μοι. | ||
26 | ὁ δὲ ἀποκριθεὶς εἶπεν, Οὐκ ἐστιν καλὸν λαβεῖν τὸν ἀρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις. | ||
27 | ἡ δὲ εἶπεν, Ναί, κύριε, καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν. | ||
28 | τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ, Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὡρας ἐκείνης. | ||
29 | Καὶ μεταβὰς ἐκεῖθεν ὁ Ἰησοῦς ἦλθεν παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, καὶ ἀναβὰς εἰς τὸ ὀρος ἐκάθητο ἐκεῖ. | The Healing of Many People Mt.15.29-31 (Decapolis) - | |
30 | καὶ προσῆλθον αὐτῷ ὀχλοι πολλοὶ ἐχοντες μεθ' ἑαυτῶν χωλούς, τυφλούς, κυλλούς, κωφούς, καὶ ἑτέρους πολλούς, καὶ ἐρριψαν αὐτοὺς παρὰ τοὺς πόδας αὐτοῦ, καὶ ἐθεράπευσεν αὐτο ύς· | ||
31 | ὡστε τὸν ὀχλον θαυμάσαι βλέποντας κωφοὺς λαλοῦντας, κυλλοὺς ὑγιεῖς, καὶ χωλοὺς περιπατοῦντας καὶ τυφλοὺς βλέποντας· καὶ ἐδόξασαν τὸν θεὸν Ἰσραήλ. | ||
32 | Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν, Σπλαγχνίζομαι ἐπὶ τὸν ὀχλον, ὅτι ἠδη ἡμέραι τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἐχουσιν τί φάγωσιν· καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω, μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ. | The Feeding of the Four Thousand Mt.15.32-39 (Gennesaret) -[ Mt.15.32-39 → ] - Mk.8.1-10 | |
33 | καὶ λέγουσιν αὐτῷ οἱ μαθηταί, Πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἀρτοι τοσοῦτοι ὡστε χορτάσαι ὀχλον τοσοῦτον; | ||
34 | καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς, Πόσους ἀρτους ἐχετὲ οἱ δὲ εἶπαν, Ἑπτά, καὶ ὀλίγα ἰχθύδια. | ||
35 | καὶ παραγγείλας τῷ ὀχλῳ ἀναπεσεῖν ἐπὶ τὴν γῆν | ||
36 | ἐλαβεν τοὺς ἑπτὰ ἀρτους καὶ τοὺς ἰχθύας καὶ εὐχαριστήσας ἐκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς, οἱ δὲ μαθηταὶ τοῖς ὀχλοις. | ||
37 | καὶ ἐφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ τὸ περισσεῦον τῶν κλασμάτων ἦραν, ἑπτὰ σπυρίδας πλήρεις. | ||
38 | οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἀνδρες χωρὶς γυναικῶν καὶ παιδίων. | ||
39 | Καὶ ἀπολύσας τοὺς ὀχλους ἐνέβη εἰς τὸ πλοῖον, καὶ ἦλθεν εἰς τὰ ὁρια Μαγαδάν. | ||
<< | ΜΘ:15 | >> |
---|