katapi New Study Bible - Synopsis of the Gospels - Parallel text: New Testament in Greek (UBS ed.26)||select-a-version

katapi HOME Peter's denial Foretold - Mk.14.27-31  Mt.26.31-35  Lk.22.31-34  Jn.13.36-38  Zch.13.7 | GNT Books | notes

ΚΑΤΑ ΜΑΡΚΟΝ: 14
27Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς ὅτι Πάντες σκανδαλισθήσεσθε, ὅτι γέγραπται,

πατάξω τὸν ποιμένα,
καὶ τὰ πρόβατα διασκορπισθήσοντα·
28ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. 29ὁ δὲ Πέτρος ἐφη αὐτῷ, Εἰ καὶ πάντες σκανδαλισθήσονται, ἀλλ' οὐκ ἐγώ. 30καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἀμὴν λέγω σοι ὅτι σὺ σήμερον ταύτῃ τῇ νυκτὶ πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι τρίς με ἀπαρνήσῃ. 31ὁ δὲ ἐκπερισσῶς ἐλάλει, Ἐὰν δέῃ με συναποθανεῖν σοι, οὐ μή σε ἀπαρνήσομαι. ὡσαύτως δὲ καὶ πάντες ἐλεγον.


ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ: 26
31Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς, Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ, γέγραπται γάρ,

Πατάξω τὸν ποιμένα,
καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης·
32μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. 33ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ, Εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι. 34ἐφη αὐτῷ ὁ Ἰησοῦς, Ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με. 35λέγει αὐτῷ ὁ Πέτρος, Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι. ὁμοίως καὶ πάντες οἱ μαθηταὶ εἶπαν.


ΚΑΤΑ ΛΟΥΚΑΝ: 22
31Σίμων Σίμων, ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον· 32ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου· καὶ σύ ποτε ἐπιστρέψας στήρισον τοὺς ἀδελφούς σου. 33ὁ δὲ εἶπεν αὐτῷ, Κύριε, μετὰ σοῦ ἑτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι. 34ὁ δὲ εἶπεν, Λέγω σοι, Πέτρε, οὐ φωνήσει σήμερον ἀλέκτωρ ἑως τρίς με ἀπαρνήσῃ εἰδέναι.

ΚΑΤΑ ΙΩΑΝΝΗΝ: 13
36Λέγει αὐτῷ Σίμων Πέτρος, Κύριε, ποῦ ὑπάγεις; ἀπεκρίθη [αὐτῷ] Ἰησοῦς, Ὅπου ὑπάγω οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, ἀκολουθήσεις δὲ ὑστερον. 37λέγει αὐτῷ ὁ Πέτρος, Κύριε, διὰ τί οὐ δύναμαί σοι ἀκολουθῆσαι ἀρτὶ τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω. 38ἀποκρίνεται Ἰησοῦς, Τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις; ἀμὴν ἀμὴν λέγω σοι, οὐ μὴ ἀλέκτωρ φωνήσῃ ἑως οὗ ἀρνήσῃ με τρίς.

Notes: The most generally known harmonies of the Gospels are based upon the Huck-Lietzmann Synopsis (1936) of the three gospels and Sparks' Synopsis (1964) of four gospels. Many of the passages in these harmonies are too short to display in a useful manner on a web-page.
The katapi New Study Bible Synopsis of the Gospels is based upon the headings displayed in the New Study Bible reference table which in turn follows the headings printed in the United Bible Societies' New Testament in Greek. These sections are more useful for bible study. Columns are arranged so that the first column is your chosen heading from the bible passage list (highlighted). The harmonies that follow across the web-page are then in the normally accepted order.
For Old Testament references quoted by New Testament authors, you should either go back to the passage listing web-page and select the link on the 'version' column; or click on the column heading and search through the chapter for the relevant passage; than select the OT passage from the reference column.

Any mismatches, truncated verses, other mistakes ? Please e-mail me
© Paul Ingram 2009.