katapi New Study Bible - Synopsis of the Gospels - Parallel text: New Testament in Greek (UBS ed.26)||select-a-version

katapi HOME The Plot to Kill Jesus - Mk.14.1-2  Mt.26.1-5  Lk.22.1-2  Jn.11.45-53   | GNT Books | notes

ΚΑΤΑ ΜΑΡΚΟΝ: 14
1Ἦν δὲ τὸ πάσχα καὶ τὰ ἀζυμα μετὰ δύο ἡμέρας. καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν· 2ἐλεγον γάρ, Μὴ ἐν τῇ ἑορτῇ, μήποτε ἐσται θόρυβος τοῦ λαοῦ.

ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ: 26
1Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς πάντας τοὺς λόγους τούτους, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ, 2Οἰδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι. 3Τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καϊάφα, 4καὶ συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦν δόλῳ κρατήσωσιν καὶ ἀποκτείνωσιν· 5ἐλεγον δέ, Μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ.

ΚΑΤΑ ΛΟΥΚΑΝ: 22
1Ἤγγιζεν δὲ ἡ ἑορτὴ τῶν ἀζύμων ἡ λεγομένη πάσχα. 2καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν, ἐφοβοῦντο γὰρ τὸν λαόν.

ΚΑΤΑ ΙΩΑΝΝΗΝ: 11
45Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων, οἱ ἐλθόντες πρὸς τὴν Μαριὰμ καὶ θεασάμενοι ἂ ἐποίησεν, ἐπίστευσαν εἰς αὐτόν· 46τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους καὶ εἶπαν αὐτοῖς ἂ ἐποίησεν Ἰησοῦς. 47συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον, καὶ ἐλεγον, Τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ ποιεῖ σημεῖὰ; 48ἐὰν ἀφῶμεν αὐτὸν οὑτως, πάντες πιστεύσουσιν εἰς αὐτόν, καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἐθνος. 49εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς, Ὑμεῖς οὐκ οἰδατε οὐδέν, 50οὐδὲ λογίζεσθε ὅτι συμφέρει ὑμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὁλον τὸ ἐθνος ἀπόληται. 51τοῦτο δὲ ἀφ' ἑαυτοῦ οὐκ εἶπεν, ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου ἐπροφήτευσεν ὅτι ἐμελλεν Ἰησοῦς ἀποθνῄσκειν ὑπὲρ τοῦ ἐθνους, 52καὶ οὐχ ὑπὲρ τοῦ ἐθνους μόνον ἀλλ' ἵνα καὶ τὰ τέκνα τοῦ θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἑν. 53ἀπ' ἐκείνης οὖν τῆς ἡμέρας ἐβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν.

Notes: The most generally known harmonies of the Gospels are based upon the Huck-Lietzmann Synopsis (1936) of the three gospels and Sparks' Synopsis (1964) of four gospels. Many of the passages in these harmonies are too short to display in a useful manner on a web-page.
The katapi New Study Bible Synopsis of the Gospels is based upon the headings displayed in the New Study Bible reference table which in turn follows the headings printed in the United Bible Societies' New Testament in Greek. These sections are more useful for bible study. Columns are arranged so that the first column is your chosen heading from the bible passage list (highlighted). The harmonies that follow across the web-page are then in the normally accepted order.
For Old Testament references quoted by New Testament authors, you should either go back to the passage listing web-page and select the link on the 'version' column; or click on the column heading and search through the chapter for the relevant passage; than select the OT passage from the reference column.

Any mismatches, truncated verses, other mistakes ? Please e-mail me
© Paul Ingram 2009.