| ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ | Mt: 14 |
. Ἀκούσας δὲ ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἐρημον τόπον κατ' ἰδίαν· καὶ ἀκούσαντες οἱ ὀχλοι ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλεων. . καὶ ἐξελθὼν εἶδεν πολὺν ὀχλον, καὶ ἐσπλαγχνίσθη ἐπ' αὐτοῖς καὶ ἐθεράπευσεν τοὺς ἀρρώστους αὐτῶν. . ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ μαθηταὶ λέγοντες, Ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὡρα ἠδη παρῆλθεν· ἀπόλυσον τοὺς ὀχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑα υτοῖς βρώματα. . ὁ δὲ [Ἰησοῦς] εἶπεν αὐτοῖς, Οὐ χρείαν ἐχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. . οἱ δὲ λέγουσιν αὐτῷ, Οὐκ ἐχομεν ὧδε εἰ μὴ πέντε ἀρτους καὶ δύο ἰχθύας. . ὁ δὲ εἶπεν, Φέρετέ μοι ὧδε αὐτούς. . καὶ κελεύσας τοὺς ὀχλους ἀνακλιθῆναι ἐπὶ τοῦ χόρτου, λαβὼν τοὺς πέντε ἀρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κλάσας ἐδωκεν τοῖς μαθηταῖς το ὺς ἀρτους οἱ δὲ μαθηταὶ το ὄχλοις. . καὶ ἐφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις. . οἱ δὲ ἐσθίοντες ἦσαν ἀνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων.
|
|
| ΚΑΤΑ ΜΑΡΚΟΝ | Mk: 6 |
. Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν, καὶ ἀπήγγειλαν αὐτῷ πάντα ὁσα ἐποίησαν καὶ ὁσα ἐδίδαξαν. . καὶ λέγει αὐτοῖς, Δεῦτε ὑμεῖς αὐτοὶ κατ' ἰδίαν εἰς ἐρημον τόπον καὶ ἀναπαύσασθε ὀλίγον. ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί, καὶ οὐδὲ φαγεῖν εὐκαίρουν. . καὶ ἀπῆλθον ἐν τῷ πλοίῳ εἰς ἐρημον τόπον κατ' ἰδίαν. . καὶ εἶδον αὐτοὺς ὑπάγοντας καὶ ἐπέγνωσαν πολλοί, καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ καὶ προῆλθον αὐτούς. . καὶ ἐξελθὼν εἶδεν πολὺν ὀχλον, καὶ ἐσπλαγχνίσθη ἐπ' αὐτοὺς ὅτι ἦσαν ὡς πρόβατα μὴ ἐχοντα ποιμένα, καὶ ἠρξατο διδάσκειν αὐτοὺς πολλά. . Καὶ ἠδη ὡρας πολλῆς γενομένης προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἐλεγον ὅτι Ἔρημός ἐστιν ὁ τόπος, καὶ ἠδη ὡρα πολλή· . ἀπόλυσον αὐτούς, ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοῖς τί φάγωσιν. . ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Δότε αὐτοῖς ὑμεῖς φαγεῖν. καὶ λέγουσιν αὐτῷ, Ἀπελθόντες ἀγοράσωμεν δηναρίων διακοσίων ἀρτους καὶ δώσομεν αὐτοῖς φαγεῖν; . ὁ δὲ λέγει αὐτοῖς, Πόσους ἀρτους ἐχετὲ ὑπάγετε ἰδετε. καὶ γνόντες λέγουσιν, Πέντε, καὶ δύο ἰχθύας. . καὶ ἐπέταξεν αὐτοῖς ἀνακλῖναι πάντας συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ. . καὶ ἀνέπεσαν πρασιαὶ πρασιαὶ κατὰ ἑκατὸν καὶ κατὰ πεντήκοντα. . καὶ λαβὼν τοὺς πέντε ἀρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κατέκλασεν τοὺς ἀρτους καὶ ἐδίδου τοῖς μαθηταῖς [αὐτοῦ] ἵνα παρατιθῶσιν αὐτοῖς, καὶ τοὺς δύο ἰχθύας ἐμέρισεν πᾶσιν. . καὶ ἐφαγον πάντες καὶ ἐχορτάσθησαν· . καὶ ἦραν κλάσματα δώδεκα κοφίνων πληρώματα καὶ ἀπὸ τῶν ἰχθύων. . καὶ ἦσαν οἱ φαγόντες [τοὺς ἀρτους] πεντακισχίλιοι ἀνδρες.
|
|
| ΚΑΤΑ ΛΟΥΚΑΝ | Lk: 9 |
. Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὁσα ἐποίησαν. καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησεν κατ' ἰδίαν εἰς πόλιν καλουμένην Βηθσαϊδά. . οἱ δὲ ὀχλοι γνόντες ἠκολούθησαν αὐτῷ. καὶ ἀποδεξάμενος αὐτοὺς ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ θεοῦ, καὶ τοὺς χρείαν ἐχοντας θεραπείας ἰᾶτο. . Ἡ δὲ ἡμέρα ἠρξατο κλίνειν· προσελθόντες δὲ οἱ δώδεκα εἶπαν αὐτῷ, Ἀπόλυσον τὸν ὀχλον, ἵνα πορευθέντες εἰς τὰς κύκλῳ κώμας καὶ ἀγροὺς καταλύσωσιν καὶ εὑρωσιν ἐπισιτισμο ν, ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν. . εἶπεν δὲ πρὸς αὐτούς, Δότε αὐτοῖς ὑμεῖς φαγεῖν. οἱ δὲ εἶπαν, Οὐκ εἰσὶν ἡμῖν πλεῖον ἢ ἀρτοι πέντε καὶ ἰχθύες δύο, εἰ μήτι πορευθέντες ἡμεῖς ἀγοράσωμεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα. . ἦσαν γὰρ ὡσεὶ ἀνδρες πεντακισχίλιοι. εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ, Κατακλίνατε αὐτοὺς κλισίας [ὡσεὶ] ἀνὰ πεντήκοντα. . καὶ ἐποίησαν οὑτως καὶ κατέκλιναν ἀπαντας. . λαβὼν δὲ τοὺς πέντε ἀρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν αὐτοὺς καὶ κατέκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς παραθεῖναι τῷ ὀχλῳ. . καὶ ἐφαγον καὶ ἐχορτάσθησαν πάντες, καὶ ἠρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων κόφινοι δώδεκα.
|
|
| ΚΑΤΑ ΙΩΑΝΝΗΝ | Jn: 6 |
. Μετὰ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας τῆς τιβεριάδος. . ἠκολούθει δὲ αὐτῷ ὀχλος πολύς, ὅτι ἐθεώρουν τὰ σημεῖα ἂ ἐποίει ἐπὶ τῶν ἀσθενούντων. . ἀνῆλθεν δὲ εἰς τὸ ὀρος Ἰησοῦς, καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ. . ἦν δὲ ἐγγὺς τὸ πάσχα, ἡ ἑορτὴ τῶν Ἰουδαίων. . ἐπάρας οὖν τοὺς ὀφθαλμοὺς ὁ Ἰησοῦς καὶ θεασάμενος ὅτι πολὺς ὀχλος ἐρχεται πρὸς αὐτὸν λέγει πρὸς Φίλιππον, Πόθεν ἀγοράσωμεν ἀρτους ἵνα φάγωσιν οὗτοὶ; . τοῦτο δὲ ἐλεγεν πειράζων αὐτόν, αὐτὸς γὰρ ᾐδει τί ἐμελλεν ποιεῖν. . ἀπεκρίθη αὐτῷ ὁ Φίλιππος, Διακοσίων δηναρίων ἀρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς ἵνα ἑκαστος βραχύ [τι] λάβῃ. . λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου, . Ἔστιν παιδάριον ὧδε ὃς ἐχει πέντε ἀρτους κριθίνους καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους; . εἶπεν ὁ Ἰησοῦς, Ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν. ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ. ἀνέπεσαν οὖν οἱ ἀνδρες τὸν ἀριθμὸν ὡς πεντακισχίλιοι. . ἐλαβεν οὖν τοὺς ἀρτους ὁ Ἰησοῦς καὶ εὐχαριστήσας διέδωκεν τοῖς ἀνακειμένοις, ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων ὁσον ἠθελον. . ὡς δὲ ἐνεπλήσθησαν λέγει τοῖς μαθηταῖς αὐτοῦ, Συναγάγετε τὰ περισσεύσαντα κλάσματα, ἵνα μή τι ἀπόληται. . συνήγαγον οὖν, καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἀρτων τῶν κριθίνων ἂ ἐπερίσσευσαν τοῖς βεβρωκόσιν. . Οἱ οὖν ἄνθρωποι ἰδόντες ὃ ἐποίησεν σημεῖον ἐλεγον ὅτι Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης ὁ ἐρχόμενος εἰς τὸν κόσμον.
|
|