| 1 | ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ | Philemon | Reference |
| 1 | Παῦλος δέσμιος Χριστοῦ Ἰησοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν |
Paul, a prisoner for Christ Jesus, and Timothy our brother, To Phile'mon our beloved fellow worker | Salutation Phm.1.1-3 |
| 2 | καὶ Ἀπφίᾳ τῇ ἀδελφῇ καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν καὶ τῇ κατ' οἶκόν σου ἐκκλησίᾳ· | and Ap'phia our sister and Archip'pus our fellow soldier, and the church in your house: | |
| 3 | χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ. | Grace to you and peace from God our Father and the Lord Jesus Christ. | |
| 4 | Εὐχαριστῶ τῷ θεῷ μου πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, | I thank my God always when I remember you in my prayers, | Philemon's Love and Faith Phm.1.4-7 |
| 5 | ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν ἣν ἐχεις πρὸς τὸν κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἀγίους, | because I hear of your love and of the faith which you have toward the Lord Jesus and all the saints, | |
| 6 | ὁπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ἡμῖν εἰς Χριστόν· | and I pray that the sharing of your faith may promote the knowledge of all the good that is ours in Christ. | |
| 7 | χαρὰν γὰρ πολλὴν ἐσχον καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἀγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ. | For I have derived much joy and comfort from your love, my brother, because the hearts of the saints have been refreshed through you. | |
| 8 | Διό, πολλὴν ἐν Χριστῷ παρρησίαν ἐχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον, | Accordingly, though I am bold enough in Christ to command you to do what is required, | Paul Pleads for Onesimus Phm.1.8-22 |
| 9 | διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ, τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης, νυνὶ δὲ καὶ δέσμιος Χριστοῦ Ἰησοῦ - | yet for love's sake I prefer to appeal to you - I, Paul, an ambassador and now a prisoner also for Christ Jesus - | |
| 10 | παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς Ὀνήσιμον, | I appeal to you for my child, Ones'imus, whose father I have become in my imprisonment. | |
| 11 | τόν ποτέ σοι ἀχρηστον νυνὶ δὲ [καὶ] σοὶ καὶ ἐμοὶ εὐχρηστον, | (Formerly he was useless to you, but now he is indeed useful to you and to me.) | |
| 12 | ὃν ἀνέπεμψά σοι, αὐτόν, τοῦτ' ἐστιν τὰ ἐμὰ σπλάγχνα· | I am sending him back to you, sending my very heart. | |
| 13 | ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ μοι διακονῇ ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου, | I would have been glad to keep him with me, in order that he might serve me on your behalf during my imprisonment for the gospel; | |
| 14 | χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ ἀλλὰ κατὰ ἑκούσιον. | but I preferred to do nothing without your consent in order that your goodness might not be by compulsion but of your own free will. | |
| 15 | τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὡραν ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς, | Perhaps this is why he was parted from you for a while, that you might have him back for ever, | |
| 16 | οὐκέτι ὡς δοῦλον ἀλλ' ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητόν, μάλιστα ἐμοί, πόσῳ δὲ μᾶλλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν κυρίῳ. | no longer as a slave but more than a slave, as a beloved brother, especially to me but how much more to you, both in the flesh and in the Lord. | |
| 17 | Εἰ οὖν με ἐχεις κοινωνόν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ. | So if you consider me your partner, receive him as you would receive me. | |
| 18 | εἰ δέ τι ἠδίκησέν σε ἢ ὀφείλει, τοῦτο ἐμοὶ ἐλλόγα· | If he has wronged you at all, or owes you anything, charge that to my account. | |
| 19 | ἐγὼ Παῦλος ἐγραψα τῇ ἐμῇ χειρί, ἐγὼ ἀποτίσω· ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις. | I, Paul, write this with my own hand, I will repay it - to say nothing of your owing me even your own self. | |
| 20 | ναί, ἀδελφέ, ἐγώ σου ὀναίμην ἐν κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν Χριστῷ. | Yes, brother, I want some benefit from you in the Lord. Refresh my heart in Christ. | |
| 21 | Πεποιθὼς τῇ ὑπακοῇ σου ἐγραψά σοι, εἰδὼς ὅτι καὶ ὑπὲρ ἂ λέγω ποιήσεις. | Confident of your obedience, I write to you, knowing that you will do even more than I say. | |
| 22 | ἀμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν, ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν. | At the same time, prepare a guest room for me, for I am hoping through your prayers to be granted to you. | |
| 23 | Ἀσπάζεταί σε Ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ, | Ep'aphras, my fellow prisoner in Christ Jesus, sends greetings to you, | Final Greetings Phm.1.23-3.25 top |
| 24 | Μᾶρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου. | and so do Mark, Aristar'chus, Demas, and Luke, my fellow workers. | |
| 25 | Ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν. | The grace of the Lord Jesus Christ be with your spirit. | |
| | Philemon: 1 | | |||
|---|---|---|---|