| 1 | ΚΑΤΑ ΙΩΑΝΝΗΝ | John | Reference |
| 1 | Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. | In the beginning was the Word, and the Word was with God, and the Word was God. | The Word Became Flesh Jn.1.1-18 | | [ Jn.1.1-18 → ] |
| 2 | οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. | He was in the beginning with God; | |
| 3 | πάντα δῖ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἑν. ὃ γέγονεν | all things were made through him, and without him nothing was made that was made. | |
| 4 | ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων· | In him was life, and the life was the light of men. | |
| 5 | καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. | The light shines in the darkness, and the darkness has not overcome it. | |
| 6 | Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ, ὀνομα αὐτῷ Ἰωάννης· | There was a man sent from God, whose name was John. | |
| 7 | οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δῖ αὐτοῦ. | He came for testimony, to bear witness to the light, that all might believe through him. | |
| 8 | οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. | He was not the light, but came to bear witness to the light. | |
| 9 | Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. | The true light that enlightens every man was coming into the world. | |
| 10 | ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δῖ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἐγνω. | He was in the world, and the world was made through him, yet the world did not know him. | |
| 11 | εἰς τὰ ἰδια ἦλθεν, καὶ οἱ ἰδιοι αὐτὸν οὐ παρέλαβον. | He came to his own home, and his own people did not receive him. | |
| 12 | ὁσοι δὲ ἐλαβον αὐτόν, ἐδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὀνομα αὐτοῦ, | But to all who received him, who believed in his name, he gave power to become children of God; | |
| 13 | οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρὸς ἀλλ' ἐκ θεοῦ ἐγεννήθησαν. | who were born, not of blood nor of the will of the flesh nor of the will of man, but of God. | |
| 14 | Καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. | And the Word became flesh and dwelt among us, full of grace and truth; we have beheld his glory, glory as of the only Son from the Father. | |
| 15 | Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων, Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἐμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. | (John bore witness to him, and cried, "This was he of whom I said, 'He who comes after me ranks before me, for he was before me.'") | |
| 16 | ὁτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· | And from his fulness have we all received, grace upon grace. | |
| 17 | ὁτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. | For the law was given through Moses; grace and truth came through Jesus Christ. | |
| 18 | θεὸν οὐδεὶς ἑώρακεν πώποτε· μονογενὴς θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς ἐκεῖνος ἐξηγήσατο. | No one has ever seen God; the only Son, who is in the bosom of the Father, he has made him known. | |
| 19 | Καὶ αὑτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου, ὅτε ἀπέστειλαν [πρὸς αὐτὸν] οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευίτας ἵνα ἐρωτήσωσιν αὐτόν, Σὺ τίς εἶ; | And this is the testimony of John, when the Jews sent priests and Levites from Jerusalem to ask him, "Who are you?" | The Testimony of John the Baptist Jn.1.19-28 | Mt.3.1-12 | Mk.1.1-8 | Lk.3.1-9 | [ Jn.1.19-28 → ] top |
| 20 | καὶ ὡμολόγησεν καὶ οὐκ ἠρνήσατο, καὶ ὡμολόγησεν ὅτι Ἐγὼ οὐκ εἰμὶ ὁ Χριστός. | He confessed, he did not deny, but confessed, "I am not the Christ." | |
| 21 | καὶ ἠρώτησαν αὐτόν, Τί οὖν; σύ Ἠλίας εἶ; καὶ λέγει, Οὐκ εἰμί. Ὁ προφήτης εἶ σύ; καὶ ἀπεκρίθη, Οὐ. | And they asked him, "What then? Are you Elijah?" He said, "I am not." "Are you the prophet?" And he answered, "No." | |
| 22 | εἶπαν οὖν αὐτῷ, Τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ; | They said to him then, "Who are you? Let us have an answer for those who sent us. What do you say about yourself?" | |
| 23 | ἐφη,
εὐθύνατε τὴν ὁδὸν κυρίου, καθὼς εἶπεν Ἠσαΐας ὁ προφήτης. |
He said, "I am the voice of one crying in the wilderness, 'Make straight the way of the Lord,' as the prophet Isaiah said." | - I am the voice of one crying in the wilderness Jn.1.23 | Is.40.3 top |
| 24 | Καὶ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων. | Now they had been sent from the Pharisees. | |
| 25 | καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπαν αὐτῷ, Τί οὖν βαπτίζεις εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς οὐδὲ Ἠλίας οὐδὲ ὁ προφήτης; | They asked him, "Then why are you baptizing, if you are neither the Christ, nor Elijah, nor the prophet?" | |
| 26 | ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάννης λέγων, Ἐγὼ βαπτίζω ἐν ὑδατι· μέσος ὑμῶν ἑστηκεν ὃν ὑμεῖς οὐκ οἰδατε, | JOHN answered them, "I baptize with water; but among you stands one whom you do not know, | |
| 27 | ὁ ὀπίσω μου ἐρχόμενος, οὗ οὐκ εἰμὶ [ἐγὼ] ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος. | even he who comes after me, the thong of whose sandal I am not worthy to untie." | |
| 28 | Ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ Ἰορδάνου, ὁπου ἦν ὁ Ἰωάννης βαπτίζων. | This took place in Bethany beyond the Jordan, where John was baptizing. | |
| 29 | Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει, Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἰρων τὴν ἀμαρτίαν τοῦ κόσμου. | The next day he saw Jesus coming toward him, and said, "Behold, the Lamb of God, who takes away the sin of the world! | The Lamb of God Jn.1.29-34 top |
| 30 | οὗτός ἐστιν ὑπὲρ οὗ ἐγὼ εἶπον, Ὀπίσω μου ἐρχεται ἀνὴρ ὃς ἐμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. | This is he of whom I said, 'After me comes a man who ranks before me, for he was before me.' | |
| 31 | κἀγὼ οὐκ ᾐδειν αὐτόν, ἀλλ' ἵνα φανερωθῇ τῷ Ἰσραὴλ διὰ τοῦτο ἦλθον ἐγὼ ἐν ὑδατι βαπτίζων. | I myself did not know him; but for this I came baptizing with water, that he might be revealed to Israel." | |
| 32 | Καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι Τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἐμεινεν ἐπ' αὐτόν· | And John bore witness, "I saw the Spirit descend as a dove from heaven, and it remained on him. | |
| 33 | κἀγὼ οὐκ ᾐδειν αὐτόν, ἀλλ' ὁ πέμψας με βαπτίζειν ἐν ὑδατι ἐκεῖνός μοι εἶπεν, Ἐφ' ὃν ἂν ἰδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ' αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἀγίῳ. | I myself did not know him; but he who sent me to baptize with water said to me, 'He on whom you see the Spirit descend and remain, this is he who baptizes with the Holy Spirit.' | |
| 34 | κἀγὼ ἑώρακα, καὶ μεμαρΤύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ. | And I have seen and have borne witness that this is the Son of God." | |
| 35 | Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο, | The next day again John was standing with two of his disciples; | The First Disciples Jn.1.35-42 top |
| 36 | καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει, Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ. | and he looked at Jesus as he walked, and said, "Behold, the Lamb of God!" | |
| 37 | καὶ ἠκουσαν οἱ δύο μαθηταὶ αὐτοῦ λαλοῦντος καὶ ἠκολούθησαν τῷ Ἰησοῦ. | The two disciples heard him say this, and they followed Jesus. | |
| 38 | στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς, Τί ζητεῖτὲ οἱ δὲ εἶπαν αὐτῷ, Ῥαββί (ὃ λέγεται μεθερμηνευόμενον Διδάσκαλε), ποῦ μένεις; | Jesus turned, and saw them following, and said to them, "What do you seek?" And they said to him, "Rabbi" (which means Teacher), "where are you staying?" | |
| 39 | λέγει αὐτοῖς, Ἔρχεσθε καὶ ὀψεσθε. ἦλθαν οὖν καὶ εἶδαν ποῦ μένει, καὶ παρ' αὐτῷ ἐμειναν τὴν ἡμέραν ἐκείνην· ὡρα ἦν ὡς δεκάτη. | He said to them, "Come and see." They came and saw where he was staying; and they stayed with him that day, for it was about the tenth hour. | |
| 40 | Ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ· | One of the two who heard John speak, and followed him, was Andrew, Simon Peter's brother. | |
| 41 | εὑρίσκει οὗτος πρῶτον τὸν ἀδελφὸν τὸν ἰδιον Σίμωνα καὶ λέγει αὐτῷ, Εὑρήκαμεν τὸν Μεσσίαν (ὅ ἐστιν μεθερμηνευόμενον Χριστός)· | He first found his brother Simon, and said to him, "We have found the Messiah" (which means Christ). | |
| 42 | ἠγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπεν, Σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωάννου· σὺ κληθήσῃ Κηφᾶς (ὃ ἑρμηνεύεται Πέτρος). | He brought him to Jesus. Jesus looked at him, and said, "So you are Simon the son of John? You shall be called Cephas" (which means Peter). | |
| 43 | Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον. καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἀκολούθει μοι. | The next day Jesus decided to go to Galilee. And he found Philip and said to him, "Follow me." | The Calling of Philip and Nathanael Jn.1.43-51 top |
| 44 | ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. | Now Philip was from Beth-sa'ida, the city of Andrew and Peter. | |
| 45 | εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ, Ὃν ἐγραψεν Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν, Ἰησοῦν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. | Philip found Nathan'a-el, and said to him, "We have found him of whom Moses in the law and also the prophets wrote, Jesus of Nazareth, the son of Joseph." | |
| 46 | καὶ εἶπεν αὐτῷ Ναθαναήλ, ἐκ Nαζαρὲτ δύναταί τι ἀγαθὸν εἶναὶ λέγει αὐτῷ [ὁ] Φίλιππος, Ἔρχου καὶ ἰδε. | Nathan'a-el said to him, "Can anything good come out of Nazareth?" Philip said to him, "Come and see." | |
| 47 | εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ, Ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἐστιν. | Jesus saw Nathan'a-el coming to him, and said of him, "Behold, an Israelite indeed, in whom is no guile!" | |
| 48 | λέγει αὐτῷ Ναθαναήλ, Πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὀντα ὑπὸ τὴν συκῆν εἶδόν σε. | Nathan'a-el said to him, "How do you know me?" Jesus answered him, "Before Philip called you, when you were under the fig tree, I saw you." | |
| 49 | ἀπεκρίθη αὐτῷ Ναθαναήλ, Ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, σὺ βασιλεὺς εἶ τοῦ Ἰσραήλ. | Nathan'a-el answered him, "Rabbi, you are the Son of God! You are the King of Israel!" | |
| 50 | ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Ὅτι εἶπόν σοι ὅτι εἶδόν σε ὑποκάτω τῆς συκῆς πιστεύεις; μείζω τούτων ὀψῃ. | Jesus answered him, "Because I said to you, I saw you under the fig tree, do you believe? You shall see greater things than these." | |
| 51 | καὶ λέγει αὐτῷ, Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὀψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου. | And he said to him, "Truly, truly, I say to you, you will see heaven opened, and the angels of God ascending and descending upon the Son of man." | - you will see heaven opened Jn.1.51 | Dn.7.13 top |
| | John: 1 | >> | |||
|---|---|---|---|