| 18$version=RSV | ΚΑΤΑ ΛΟΥΚΑΝ | Luke | Reference |
| 1 | Ἔλεγεν δὲ παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι αὐτοὺς καὶ μὴ ἐγκακεῖν, | And he told them a parable, to the effect that they ought always to pray and not lose heart. | The Parable of the Widow and the Judge Lk.18.1-8 |
| 2 | λέγων, Κριτής τις ἦν ἐν τινι πόλει τὸν θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος. | He said, "In a certain city there was a judge who neither feared God nor regarded man; | |
| 3 | χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ καὶ ἠρχετο πρὸς αὐτὸν λέγουσα, Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου. | and there was a widow in that city who kept coming to him and saying, 'Vindicate me against my adversary.' | |
| 4 | καὶ οὐκ ἠθελεν ἐπὶ χρόνον, μετὰ δὲ ταῦτα εἶπεν ἐν ἑαυτῷ, Εἰ καὶ τὸν θεὸν οὐ φοβοῦμαι οὐδὲ ἄνθρωπον ἐντρέπομαι, | For a while he refused; but afterward he said to himself, 'Though I neither fear God nor regard man, | |
| 5 | διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με. | yet because this widow bothers me, I will vindicate her, or she will wear me out by her continual coming.'" | |
| 6 | Εἶπεν δὲ ὁ κύριος, Ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει· | And the Lord said, "Hear what the unrighteous judge says. | |
| 7 | ὁ δὲ θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων αὐτῷ ἡμέρας καὶ νυκτός, καὶ μακροθυμεῖ ἐπ' αὐτοῖς; | And will not God vindicate his elect, who cry to him day and night? Will he delay long over them? | |
| 8 | λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. πλὴν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς; | I tell you, he will vindicate them speedily. Nevertheless, when the Son of man comes, will he find faith on earth?" | |
| 9 | Εἶπεν δὲ καὶ πρός τινας τοὺς πεποιθότας ἐφ' ἑαυτοῖς ὅτι εἰσὶν δίκαιοι καὶ ἐξουθενοῦντας τοὺς λοιποὺς τὴν παραβολὴν ταύτην· | He also told this parable to some who trusted in themselves that they were righteous and despised others: | The Parable of the Pharisee and the Tax Collector Lk.18.9-14 |
| 10 | Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς Φαρισαῖος καὶ ὁ ἑτερος τελώνης. | "Two men went up into the temple to pray, one a Pharisee and the other a tax collector. | |
| 11 | ὁ Φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο, Ὁ θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὡσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἀρπαγες, ἀδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης· | The Pharisee stood and prayed thus with himself, 'God, I thank thee that I am not like other men, extortioners, unjust, adulterers, or even like this tax collector. | |
| 12 | νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ πάντα ὁσα κτῶμαι. | I fast twice a week, I give tithes of all that I get.' | |
| 13 | ὁ δὲ τελώνης μακρόθεν ἑστὼς οὐκ ἠθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς ἐπᾶραι εἰς τὸν οὐρανόν, ἀλλ' ἐτυπτεν τὸ στῆθος αὐτοῦ λέγων, Ὁ θεός, ἱλάσθητί μοι τῷ ἀμαρτωλῷ. | But the tax collector, standing far off, would not even lift up his eyes to heaven, but beat his breast, saying, 'God, be merciful to me a sinner!' | |
| 14 | λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ παρ' ἐκεῖνον· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. | I tell you, this man went down to his house justified rather than the other; for everyone who exalts himself will be humbled, but he who humbles himself will be exalted." | |
| 15 | Προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη ἵνα αὐτῶν ἀπτηται· ἰδόντες δὲ οἱ μαθηταὶ ἐπετίμων αὐτοῖς. | Now they were bringing even infants to him that he might touch them; and when the disciples saw it, they rebuked them. | Little Children Blessed Lk.18.15-17 | Mt.19.13-15 | Mk.10.13-16 | [ Lk.18.15-17 → ] top |
| 16 | ὁ δὲ Ἰησοῦς προσεκαλέσατο αὐτὰ λέγων, Ἄφετε τὰ παιδία ἐρχεσθαι πρός με καὶ μὴ κωλύετε αὐτά, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ. | But Jesus called them to him, saying, "Let the children come to me, and do not hinder them; for to such belongs the kingdom of God. | |
| 17 | ἀμὴν λέγω ὑμῖν, ὃς ἂν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. | Truly, I say to you, whoever does not receive the kingdom of God like a child shall not enter it." | |
| 18 | Καὶ ἐπηρώτησέν τις αὐτὸν ἀρχων λέγων, Διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσὼ; | And a ruler asked him, "Good Teacher, what shall I do to inherit eternal life?" | The Rich Young Man Lk.18.18-30 | Mt.19.16-30 | Mk.10.17-31 | [ Lk.18.18-30 → ] top |
| 19 | εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς, Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός. | And Jesus said to him, "Why do you call me good? No one is good but God alone. | |
| 20 | τὰς ἐντολὰς οἶδας· Μὴ μοιχεύσῃς, Μὴ φονεύσῃς, Μὴ κλέψῃς, Μὴ ψευδομαρτυρήσῃς, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα. | You know the commandments: 'Do not commit adultery, Do not kill, Do not steal, Do not bear false witness, Honor your father and mother.'" | |
| 21 | ὁ δὲ εἶπεν, Ταῦτα πάντα ἐφύλαξα ἐκ νεότητος. | And he said, "All these I have observed from my youth." | |
| 22 | ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῷ, Ἔτι ἑν σοι λείπει· πάντα ὁσα ἐχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἑξεις θησαυρὸν ἐν [τοῖς] οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι. | And when Jesus heard it, he said to him, "One thing you still lack. Sell all that you have and distribute to the poor, and you will have treasure in heaven; and come, follow me." | |
| 23 | ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγενήθη, ἦν γὰρ πλούσιος σφόδρα. | But when he heard this he became sad, for he was very rich. | |
| 24 | Ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς [περίλυπον γενόμενον] εἶπεν, Πῶς δυσκόλως οἱ τὰ χρήματα ἐχοντες εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσπορεύονται· | Jesus looking at him said, "How hard it is for those who have riches to enter the kingdom of God! | [περίλυπον γενόμενον] {D} omit: א (B omit ὁ) L f1 1241 syr.pal cop.sa,bo geo |
| 25 | εὐκοπώτερον γάρ ἐστιν κάμηλον διὰ τρήματος βελόνης εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν. | For it is easier for a camel to go through the eye of a needle than for a rich man to enter the kingdom of God." | |
| 26 | εἶπαν δὲ οἱ ἀκούσαντες, Καὶ τίς δύναται σωθῆναὶ; | Those who heard it said, "Then who can be saved?" | |
| 27 | ὁ δὲ εἶπεν, Τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ θεῷ ἐστιν. | But he said, "What is impossible with men is possible with God." | |
| 28 | Εἶπεν δὲ ὁ Πέτρος, Ἰδοὺ ἡμεῖς ἀφέντες τὰ ἰδια ἠκολουθήσαμέν σοι. | And Peter said, "Lo, we have left our homes and followed you." | |
| 29 | ὁ δὲ εἶπεν αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ γυναῖκα ἢ ἀδελφοὺς ἢ γονεῖς ἢ τέκνα ἑνεκεν τῆς βασιλείας τοῦ θεοῦ, | And he said to them, "Truly, I say to you, there is no man who has left house or wife or brothers or parents or children, for the sake of the kingdom of God, | |
| 30 | ὃς οὐχὶ μὴ [ἀπο]λάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον. | who will not receive manifold more in this time, and in the age to come eternal life." | |
| 31 | Παραλαβὼν δὲ τοὺς δώδεκα εἶπεν πρὸς αὐτούς, Ἰδοὺ ἀναβαίνομεν εἰς Ἰερουσαλήμ, καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ υἱῷ τοῦ ἀνθρώπου· | And taking the twelve, he said to them, "Behold, we are going up to Jerusalem, and everything that is written of the Son of man by the prophets will be accomplished. | A Third Time Jesus foretells His Death and Resurrection Lk.18.31-34 | Mt.20.17-19 | Mk.10.32-34 | [ Lk.18.31-34 → ] top |
| 32 | παραδοθήσεται γὰρ τοῖς ἐθνεσιν καὶ ἐμπαιχθήσεται καὶ ὑβρισθήσεται καὶ ἐμπτυσθήσεται, | For he will be delivered to the Gentiles, and will be mocked and shamefully treated and spit upon; | |
| 33 | καὶ μαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστήσεται. | they will scourge him and kill him, and on the third day he will rise." | |
| 34 | καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν, καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπ' αὐτῶν, καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα. | But they understood none of these things; this saying was hid from them, and they did not grasp what was said. | |
| 35 | Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν ἐπαιτῶν. | As he drew near to Jericho, a blind man was sitting by the roadside begging; | The Healing of a Blind Beggar near Jericho Lk.18.35-43 | Mt.20.29-34 | Mk.10.46-52 | [ Lk.18.35-43 → ] top |
| 36 | ἀκούσας δὲ ὀχλου διαπορευομένου ἐπυνθάνετο τί εἰη τοῦτο· | and hearing a multitude going by, he inquired what this meant. | |
| 37 | ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται. | They told him, "Jesus of Nazareth is passing by." | |
| 38 | καὶ ἐβόησεν λέγων, Ἰησοῦ, υἱὲ Δαυίδ, ἐλέησόν με. | And he cried, "Jesus, Son of David, have mercy on me!" | |
| 39 | καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιγήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἐκραζεν, Υἱὲ Δαυίδ, ἐλέησόν με. | And those who were in front rebuked him, telling him to be silent; but he cried out all the more, "Son of David, have mercy on me!" | |
| 40 | σταθεὶς δὲ ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν, | And Jesus stopped, and commanded him to be brought to him; and when he came near, he asked him, | |
| 41 | Τί σοι θέλεις ποιήσὼ ὁ δὲ εἶπεν, Κύριε, ἵνα ἀναβλέψω. | "What do you want me to do for you?" He said, "Lord, let me receive my sight." | |
| 42 | καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ, Ἀνάβλεψον· ἡ πίστις σου σέσωκέν σε. | And Jesus said to him, "Receive your sight; your faith has made you well." | |
| 43 | καὶ παραχρῆμα ἀνέβλεψεν, καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν θεόν. καὶ πᾶς ὁ λαὸς ἰδὼν ἐδωκεν αἶνον τῷ θεῷ. | And immediately he received his sight and followed him, glorifying God; and all the people, when they saw it, gave praise to God. | |
| << | Luke: 18$version=RSV | >> | |||
|---|---|---|---|