| 26 |
ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ |
Matthew |
Reference |
| Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς πάντας τοὺς λόγους τούτους, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ, |
When Jesus had finished all these sayings, he said to his disciples, | The Plot to Kill Jesus Mt.26.1-5 | Mk.14.1-2 | Lk.22.1-2 | Jn.11.45-53 |
| Οἰδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι. |
"You know that after two days the Passover is coming, and the Son of man will be delivered up to be crucified." | |
| Τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καϊάφα, |
Then the chief priests and the elders of the people gathered in the palace of the high priest, who was called Ca'iaphas, | |
| καὶ συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦν δόλῳ κρατήσωσιν καὶ ἀποκτείνωσιν· |
and took counsel together in order to arrest Jesus by stealth and kill him. | |
| ἐλεγον δέ, Μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ. |
But they said, "Not during the feast, lest there be a tumult among the people." | |