| 12 |
ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ |
Matthew |
Reference |
| Ἐν ἐκείνῳ τῷ καιρῷ ἐπορεύθη ὁ Ἰησοῦς τοῖς σάββασιν διὰ τῶν σπορίμων· οἱ δὲ μαθηταὶ αὐτοῦ ἐπείνασαν, καὶ ἠρξαντο τίλλειν στάχυας καὶ ἐσθίειν. |
At that time Jesus went through the grainfields on the sabbath; his disciples were hungry, and they began to pluck heads of grain and to eat. | Plucking Grain on the Sabbath Mt.12.1-8 | Mk.2.23-28 | Lk.6.1-5 |
| οἱ δὲ Φαρισαῖοι ἰδόντες εἶπαν αὐτῷ, Ἰδοὺ οἱ μαθηταί σου ποιοῦσιν ὃ οὐκ ἐξεστιν ποιεῖν ἐν σαββάτῳ. |
But when the Pharisees saw it, they said to him, "Look, your disciples are doing what is not lawful to do on the sabbath." | |
| ὁ δὲ εἶπεν αὐτοῖς, Οὐκ ἀνέγνωτε τί ἐποίησεν Δαυὶδ ὅτε ἐπείνασεν καὶ οἱ μετ' αὐτοῦ; |
He said to them, "Have you not read what David did, when he was hungry, and those who were with him: | |
| πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ καὶ τοὺς ἀρτους τῆς προθέσεως ἐφαγον, ὃ οὐκ ἐξὸν ἦν αὐτῷ φαγεῖν οὐδὲ τοῖς μετ' αὐτοῦ, εἰ μὴ τοῖς ἱερεῦσιν μόνοις; |
how he entered the house of God and ate the bread of the Presence, which it was not lawful for him to eat nor for those who were with him, but only for the priests? | |
| ἢ οὐκ ἀνέγνωτε ἐν τῷ νόμῳ ὅτι τοῖς σάββασιν οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ σάββατον βεβηλοῦσιν καὶ ἀναίτιοί εἰσιν; |
Or have you not read in the law how on the sabbath the priests in the temple profane the sabbath, and are guiltless? | |
| λέγω δὲ ὑμῖν ὅτι τοῦ ἱεροῦ μεῖζόν ἐστιν ὧδε. |
I tell you, something greater than the temple is here. | |
| εἰ δὲ ἐγνώκειτε τί ἐστιν, Ἔλεος θέλω καὶ οὐ θυσίαν, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους. |
And if you had known what this means, 'I desire mercy, and not sacrifice,' you would not have condemned the guiltless. | - I desire mercy, and not sacrifice Mt.12.7 | Hs.6.6 |
| κύριος γάρ ἐστιν τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου. |
For the Son of man is lord of the sabbath." | |