| 3 |
ΙΑΚΩΒΟΥ |
James |
Reference |
| 1 | Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί μου, εἰδότες ὅτι μεῖζον κρίμα λημψόμεθα. |
Let not many of you become teachers, my brethren, for you know that we who teach shall be judged with greater strictness. | The Tongue Jas.3.1-12
|
| 2 | πολλὰ γὰρ πταίομεν ἀπαντες. εἰ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνήρ, δυνατὸς χαλιναγωγῆσαι καὶ ὁλον τὸ σῶμα. |
For we all make many mistakes, and if anyone makes no mistakes in what he says he is a perfect man, able to bridle the whole body also. |
|
| 3 | εἰ δὲ τῶν ἱππων τοὺς χαλινοὺς εἰς τὰ στόματα βάλλομεν εἰς τὸ πείθεσθαι αὐτοὺς ἡμῖν, καὶ ὁλον τὸ σῶμα αὐτῶν μετάγομεν. |
If we put bits into the mouths of horses that they may obey us, we guide their whole bodies. |
|
| 4 | ἰδοὺ καὶ τὰ πλοῖα, τηλικαῦτα ὀντα καὶ ὑπὸ ἀνέμων σκληρῶν ἐλαυνόμενα, μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου ὁπου ἡ ὁρμὴ τοῦ εὐθύνοντος βούλεται· |
Look at the ships also; though they are so great and are driven by strong winds, they are guided by a very small rudder wherever the will of the pilot directs. |
|
| 5 | οὑτως καὶ ἡ γλῶσσα μικρὸν μέλος ἐστὶν καὶ μεγάλα αὐχεῖ. Ἰδοὺ ἡλίκον πῦρ ἡλίκην ὑλην ἀνάπτει· |
So the tongue is a little member and boasts of great things. How great a forest is set ablaze by a small fire! |
|
| 6 | καὶ ἡ γλῶσσα πῦρ, ὁ κόσμος τῆς ἀδικίας, ἡ γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν, ἡ σπιλοῦσα ὁλον τὸ σῶμα καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως καὶ φλογιζομένη ὑπὸ τῆς γεέννης. |
And the tongue is a fire. The tongue is an unrighteous world among our members, staining the whole body, setting on fire the cycle of nature, and set on fire by hell. |
|
| 7 | πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν ἑρπετῶν τε καὶ ἐναλίων δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἄνθρωπίνῃ· |
For every kind of beast and bird, of reptile and sea creature, can be tamed and has been tamed by humankind, |
|
| 8 | τὴν δὲ γλῶσσαν οὐδεὶς δαμάσαι δύναται ἀνθρώπων· ἀκατάστατον κακόν, μεστὴ ἰοῦ θανατηφόρου. |
but no human being can tame the tongue -a restless evil, full of deadly poison. |
|
| 9 | ἐν αὐτῇ εὐλογοῦμεν τὸν κύριον καὶ πατέρα, καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς καθ' ὁμοίωσιν θεοῦ γεγονότας· |
With it we bless the Lord and Father, and with it we curse men, who are made in the likeness of God. |
|
| 10 | ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα. οὐ χρή, ἀδελφοί μου, ταῦτα οὑτως γίνεσθαι. |
From the same mouth come blessing and cursing. My brethren, this ought not to be so. |
|
| 11 | μήτι ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν; |
Does a spring pour forth from the same opening fresh water and brackish? |
|
| 12 | μὴ δύναται, ἀδελφοί μου, συκῆ ἐλαίας ποιῆσαι ἢ ἀμπελος σῦκὰ οὐτε ἀλυκὸν γλυκὺ ποιῆσαι ὑδωρ. |
Can a fig tree, my brethren, yield olives, or a grapevine figs? No more can salt water yield fresh. |
|
| 13 | Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν; δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἐργα αὐτοῦ ἐν πραΰτητι σοφίας. |
Who is wise and understanding among you? By his good life let him show his works in the meekness of wisdom. | The Wisdom from Above Jas.3.13-18 top
|
| 14 | εἰ δὲ ζῆλον πικρὸν ἐχετε καὶ ἐριθείαν ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας. |
But if you have bitter jealousy and selfish ambition in your hearts, do not boast and be false to the truth. |
|
| 15 | οὐκ ἐστιν αὑτη ἡ σοφία ἀνωθεν κατερχομένη, ἀλλὰ ἐπίγειος, ψυχική, δαιμονιώδης· |
This wisdom is not such as comes down from above, but is earthly, unspiritual, devilish. |
|
| 16 | ὁπου γὰρ ζῆλος καὶ ἐριθεία, ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα. |
For where jealousy and selfish ambition exist, there will be disorder and every vile practice. |
|
| 17 | ἡ δὲ ἀνωθεν σοφία πρῶτον μὲν ἀγνή ἐστιν, ἐπειτα εἰρηνική, ἐπιεικής, εὐπειθής, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν, ἀδιάκριτος, ἀνυπόκριτος· |
But the wisdom from above is first pure, then peaceable, gentle, open to reason, full of mercy and good fruits, without uncertainty or insincerity. |
|
| 18 | καρπὸς δὲ δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην. |
And the harvest of righteousness is sown in peace by those who make peace. |
|
| |
|
<< | James: 3 | >> | |