| 4 | ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α | I Timothy | Reference |
| Τὸ δὲ πνεῦμα ῥητῶς λέγει ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασιν πλάνοις καὶ διδασκαλίαις δαιμονίων, | Now the Spirit expressly says that in later times some will depart from the faith by giving heed to deceitful spirits and doctrines of demons, | Prediction of Apostasy 1Tm.4.1-5 |
|
| ἐν ὑποκρίσει ψευδολόγων, κεκαυστηριασμένων τὴν ἰδίαν συνείδησιν, | through the pretensions of liars whose consciences are seared, | |
|
| κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων ἂ ὁ θεὸς ἐκτισεν εἰς μετάλημψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν. | who forbid marriage and enjoin abstinence from foods which God created to be received with thanksgiving by those who believe and know the truth. | |
|
| ὁτι πᾶν κτίσμα θεοῦ καλόν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον, | For everything created by God is good, and nothing is to be rejected if it is received with thanksgiving; | |
|
| ἀγιάζεται γὰρ διὰ λόγου θεοῦ καὶ ἐντεύξεως. | for then it is consecrated by the word of God and prayer. | |
|
| Ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς καλὸς ἐσῃ διάκονος Χριστοῦ Ἰησοῦ, ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας· | If you put these instructions before the brethren, you will be a good minister of Christ Jesus, nourished on the words of the faith and of the good doctrine which you have followed. | A Good Minister of Jesus Christ 1Tm.4.6-16 |
|
| τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ. γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν· | Have nothing to do with godless and silly myths. Train yourself in godliness; | |
|
| ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος, ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, ἐπαγγελίαν ἐχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης. | for while bodily training is of some value, godliness is of value in every way, as it holds promise for the present life and also for the life to come. | |
|
| πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος· | The saying is sure and worthy of full acceptance. | |
|
| εἰς τοῦτο γὰρ κοπιῶμεν καὶ ἀγωνιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ θεῷ ζῶντι, ὁς ἐστιν σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν. | For to this end we toil and strive, because we have our hope set on the living God, who is the Saviour of all men, especially of those who believe. | |
|
| Παράγγελλε ταῦτα καὶ δίδασκε. | Command and teach these things. | |
|
| μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πίστει, ἐν ἀγνείᾳ. | Let no one despise your youth, but set the believers an example in speech and conduct, in love, in faith, in purity. | |
|
| ἑως ἐρχομαι πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ. | Till I come, attend to the public reading of scripture, to preaching, to teaching. | |
|
| μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου. | Do not neglect the gift you have, which was given you by prophetic utterance when the council of elders laid their hands upon you. | |
|
| ταῦτα μελέτα, ἐν τούτοις ἰσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ πᾶσιν. | Practice these duties, devote yourself to them, so that all may see your progress. | |
|
| ἐπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ· ἐπίμενε αὐτοῖς· τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς σου. | Take heed to yourself and to your teaching; hold to that, for by so doing you will save both yourself and your hearers. | |
|
| << | I Timothy: 4 | >> | |||
|---|---|---|---|