| 2 | ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α | I Timothy | Reference |
| Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίας, ὑπὲρ πάντων ἀνθρώπων, | First of all, then, I urge that supplications, prayers, intercessions, and thanksgivings be made for all men, | Instructions concerning Prayer 1Tm.2.1-15 |
|
| ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὀντων, ἵνα ἠρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. | for kings and all who are in high positions, that we may lead a quiet and peaceable life, godly and respectful in every way. | |
|
| τοῦτο καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ σωτῆρος ἡμῶν θεοῦ, | This is good, and it is acceptable in the sight of God our Saviour, | |
|
| ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. | who desires all men to be saved and to come to the knowledge of the truth. | |
|
| εἷς γὰρ θεός, εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς, | For there is one God, and there is one mediator between God and men, the man Christ Jesus, | |
|
| ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, τὸ μαρτύριον καιροῖς ἰδίοις· | who gave himself as a ransom for all, the testimony to which was borne at the proper time. | |
|
| εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος - ἀλήθειαν λέγω, οὐ ψεύδομαι - διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ. | For this I was appointed a preacher and apostle (I am telling the truth, I am not lying), a teacher of the Gentiles in faith and truth. | |
|
| Βούλομαι οὖν προσεύχεσθαι τοὺς ἀνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ· | I desire then that in every place the men should pray, lifting holy hands without anger or quarreling; | |
|
| ὡσαύτως [καὶ] γυναῖκας ἐν καταστολῇ κοσμίῳ μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτάς, μὴ ἐν πλέγμασιν καὶ χρυσίῳ ἢ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ, | also that women should adorn themselves modestly and sensibly in seemly apparel, not with braided hair or gold or pearls or costly attire | |
|
| ἀλλ' ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, δῖ ἐργων ἀγαθῶν. | but by good deeds, as befits women who profess religion. | |
|
| γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ· | Let a woman learn in silence with all submissiveness. | |
|
| διδάσκειν δὲ γυναικὶ οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρός, ἀλλ' εἶναι ἐν ἡσυχίᾳ. | I permit no woman to teach or to have authority over men; she is to keep silent. | |
|
| Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὕα· | For Adam was formed first, then Eve; | |
|
| καὶ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἐξαπατηθεῖσα ἐν παραβάσει γέγονεν. | and Adam was not deceived, but the woman was deceived and became a transgressor. | |
|
| σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἀγιασμῷ μετὰ σωφροσύνης. | Yet woman will be saved through bearing children, if she continues in faith and love and holiness, with modesty. | |
|
| << | I Timothy: 2 | >> | |||
|---|---|---|---|