| 3 |
ΚΑΤΑ ΛΟΥΚΑΝ |
Luke |
Reference |
| 1 | ἐν ἐτει δὲ πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας, καὶ τετρααρχοῦντος τῆς Γαλιλαίας Ἡρῴδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτο ῦ τετρααρχοῦντος τῆς Ἰτουραιας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆς Ἀβ |
In the fifteenth year of the reign of Tiber'i-us Caesar, Pontius Pilate being governor of Judea, and Herod being tetrarch of Galilee, and his brother Philip tetrarch of the region of Iturae'a and Trachoni'tis, and Lysa'ni-as tetrarch of Abile'ne, | The Preaching of John the Baptist Lk.3.1-9 | Mt.3.1-12 | Mk.1.1-8 | Jn.1.19-28
|
| 2 | ἐπὶ ἀρχιερέως Ἅννα καὶ Καϊάφα, ἐγένετο ῥῆμα θεοῦ ἐπὶ Ἰωάννην τὸν Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ. |
in the high-priesthood of Annas and Ca'iaphas, the word of God came to John the son of Zechari'ah in the wilderness; |
|
| 3 | καὶ ἦλθεν εἰς πᾶσαν [τὴν] περίχωρον τοῦ Ἰορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἀφεσιν ἀμαρτιῶν, |
and he went into all the region about the Jordan, preaching a baptism of repentance for the forgiveness of sins. |
|
| 4 | ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἠσαΐου τοῦ προφήτου, Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ,
ἑτοιμάσατε τὴν ὁδὸν κυρίου,
εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.
|
As it is written in the book of the words of Isaiah the prophet, "The voice of one crying in the wilderness:
Prepare the way of the Lord,
make his paths straight.
| - The voice of one crying in the wilderness Prepare the way of the Lord, make his paths straight. Lk.3.4-6 | Is.40.3-5
|
| 5 | πᾶσα φάραγξ πληρωθήσεται
καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται,
καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθείαν
καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας·
|
Every valley shall be filled,
and every mountain and hill shall be brought low,
and the crooked shall be made straight,
and the rough ways shall be made smooth;
|
|
| 6 | καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ. |
and all flesh shall see the salvation of God." |
|
| 7 | Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὀχλοις βαπτισθῆναι ὑπ' αὐτοῦ, Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; |
He said therefore to the multitudes that came out to be baptized by him, "You brood of vipers! Who warned you to flee from the wrath to come? |
|
| 8 | ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας· καὶ μὴ ἀρξησθε λέγειν ἐν ἑαυτοῖς, Πατέρα ἐχομεν τὸν Ἀβραάμ, λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τε κνα τῷ Ἀβραάμ. |
Bear fruits that befit repentance, and do not begin to say to yourselves, 'We have Abraham as our father'; for I tell you, God is able from these stones to raise up children to Abraham. |
|
| 9 | ἠδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. |
Even now the axe is laid to the root of the trees; every tree therefore that does not bear good fruit is cut down and thrown into the fire." |
|
| 10 | Καὶ ἐπηρώτων αὐτὸν οἱ ὀχλοι λέγοντες, Τί οὖν ποιήσωμεν; |
And the multitudes asked him, "What then shall we do?" |
|
| 11 | ἀποκριθεὶς δὲ ἐλεγεν αὐτοῖς, Ὁ ἐχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἐχοντι, καὶ ὁ ἐχων βρώματα ὁμοίως ποιείτω. |
And he answered them, "He who has two coats, let him share with him who has none; and he who has food, let him do likewise." |
|
| 12 | ἦλθον δὲ καὶ τελῶναι βαπτισθῆναι καὶ εἶπαν πρὸς αὐτόν, Διδάσκαλε, τί ποιήσωμεν; |
Tax collectors also came to be baptized, and said to him, "Teacher, what shall we do?" |
|
| 13 | ὁ δὲ εἶπεν πρὸς αὐτούς, Μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε. |
And he said to them, "Collect no more than is appointed you." |
|
| 14 | ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι λέγοντες, Τί ποιήσωμεν καὶ ἡμεῖς; καὶ εἶπεν αὐτοῖς, Μηδένα διασείσητε μηδὲ συκοφαντήσητε, καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν. |
Soldiers also asked him, "And we, what shall we do?" And he said to them, "Rob no one by violence or by false accusation, and be content with your wages." |
|
| 15 | Προσδοκῶντος δὲ τοῦ λαοῦ καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ Ἰωάννου, μήποτε αὐτὸς εἰη ὁ Χριστός, |
As the people were in expectation, and all men questioned in their hearts concerning John, whether perhaps he were the Christ, |
|
| 16 | ἀπεκρίνατο λέγων πᾶσιν ὁ Ἰωάννης, Ἐγὼ μὲν ὑδατι βαπτίζω ὑμᾶς· ἐρχεται δὲ ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἀγίῳ καὶ πυρί· |
John answered them all, "I baptize you with water; but he who is mightier than I is coming, the thong of whose sandals I am not worthy to untie; he will baptize you with the Holy Spirit and with fire. |
|
| 17 | οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ διακαθᾶραι τὴν ἀλωνα αὐτοῦ καὶ συναγαγεῖν τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἀχυρον κατακαύσει πυρὶ ἀσβέστῳ. |
His winnowing fork is in his hand, to clear his threshing floor, and to gather the wheat into his granary, but the chaff he will burn with unquenchable fire." |
|
| 18 | Πολλὰ μὲν οὖν καὶ ἑτερα παρακαλῶν εὐηγγελίζετο τὸν λαόν· |
So, with many other exhortations, he preached good news to the people. |
|
| 19 | ὁ δὲ Ἡρῴδης ὁ τετραάρχης, ἐλεγχόμενος ὑπ' αὐτοῦ περὶ Ἡρῳδιάδος τῆς γυναικὸς τοῦ ἀδελφοῦ αὐτοῦ καὶ περὶ πάντων ὧν ἐποίησεν πονηρῶν ὁ Ἡρῴδης, |
But Herod the tetrarch, who had been reproved by him for Hero'di-as, his brother's wife, and for all the evil things that Herod had done, |
|
| 20 | προσέθηκεν καὶ τοῦτο ἐπὶ πᾶσιν [καὶ] κατέκλεισεν τὸν Ἰωάννην ἐν φυλακῇ. |
added this to them all, that he shut up John in prison. |
|
| 21 | Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἀπαντα τὸν λαὸν καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου ἀνεῳχθῆναι τὸν οὐρανὸν |
Now when all the people were baptized, and when Jesus also had been baptized and was praying, the heaven was opened, | The Baptism of Jesus Lk.3.21-22 | Mt.3.13-17 | Mk.1.9-11 top
|
| 22 | καὶ καταβῆναι τὸ Πνεῦμα τὸ ἀγιον σωματικῷ εἰδει ὡς περιστερὰν ἐπ' αὐτόν, καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι, Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα. |
and the Holy Spirit descended upon him in bodily form, as a dove, and a voice came from heaven, "Thou art my beloved Son; with thee I am well pleased." |
|
| 23 | Καὶ αὐτὸς ἦν Ἰησοῦς ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα, ὢν υἱός, ὡς ἐνομίζετο, Ἰωσὴφ τοῦ Ἠλὶ |
Jesus, when he began his ministry, was about thirty years of age, being the son (as was supposed) of Joseph, the son of Heli, | The Genealogy of Jesus Lk.3.23-38 | Mt.1.1-17 top
|
| 24 | τοῦ Μαθθὰτ τοῦ Λευὶ τοῦ Μελχὶ τοῦ Ἰανναὶ τοῦ Ἰωσὴφ |
the son of Matthat, the son of Levi, the son of Melchi, the son of Jan'na-i, the son of Joseph, |
|
| 25 | τοῦ Ματταθίου τοῦ Ἀμὼς τοῦ Ναοὺμ τοῦ Ἑσλὶ τοῦ Ναγγαὶ |
the son of Mattathi'as, the son of Amos, the son of Nahum, the son of Esli, the son of Nag'ga-i, |
|
| 26 | τοῦ Μάαθ τοῦ Ματταθίου τοῦ Σεμεῒν τοῦ Ἰωσὴχ τοῦ Ἰωδὰ |
the son of Ma'ath, the son of Mattathi'as, the son of Sem'e-in, the son of Josech, the son of Joda, |
|
| 27 | τοῦ Ἰωανὰν τοῦ Ῥησὰ τοῦ Ζοροβαβὲλ τοῦ Σαλαθιὴλ τοῦ Νηρὶ |
the son of Jo-an'an, the son of Rhesa, the son of Zerub'babel, the son of She-al'ti-el, the son of Neri, |
|
| 28 | τοῦ Μελχὶ τοῦ Ἀδδὶ τοῦ Κωσὰμ τοῦ Ἐλμαδὰμ τοῦ Ἢρ |
the son of Melchi, the son of Addi, the son of Cosam, the son of Elma'dam, the son of Er, |
|
| 29 | τοῦ Ἰησοῦ τοῦ Ἐλιέζερ τοῦ Ἰωρὶμ τοῦ Μαθθὰτ τοῦ Λευὶ |
the son of Joshua, the son of Elie'zer, the son of Jorim, the son of Matthat, the son of Levi, |
|
| 30 | τοῦ Συμεὼν τοῦ Ἰούδα τοῦ Ἰωσὴφ τοῦ Ἰωνὰμ τοῦ Ἐλιακὶμ |
the son of Simeon, the son of Judah, the son of Joseph, the son of Jonam, the son of Eli'akim, |
|
| 31 | τοῦ Μελεὰ τοῦ Μεννὰ τοῦ Ματταθὰ τοῦ Ναθὰμ τοῦ Δαυὶδ |
the son of Me'le-a, the son of Menna, the son of Mat'tatha, the son of Nathan, the son of David, |
|
| 32 | τοῦ Ἰεσσαὶ τοῦ Ἰωβὴδ τοῦ Βόος τοῦ Σαλὰ τοῦ Ναασσὼν |
the son of Jesse, the son of Obed, the son of Bo'az, the son of Sala, the son of Nahshon, |
|
| 33 | τοῦ Ἀμιναδὰβ τοῦ Ἀδμὶν τοῦ Ἀρνὶ τοῦ Ἑσρὼμ τοῦ Φάρες τοῦ Ἰούδα |
the son of Ammin'adab, the son of Admin, the son of Arni, the son of Hezron, the son of Perez, the son of Judah, |
|
| 34 | τοῦ Ἰακὼβ τοῦ Ἰσαὰκ τοῦ Ἀβραὰμ τοῦ Θάρα τοῦ Ναχὼρ |
the son of Jacob, the son of Isaac, the son of Abraham, the son of Terah, the son of Nahor, |
|
| 35 | τοῦ Σεροὺχ τοῦ Ῥαγαὺ τοῦ Φάλεκ τοῦ Ἐβερ τοῦ Σαλὰ |
the son of Serug, the son of Re'u, the son of Peleg, the son of Eber, the son of Shelah, |
|
| 36 | τοῦ Καϊνὰμ τοῦ Ἀρφαξὰδ τοῦ Σὴμ τοῦ Νῶε τοῦ Λάμεχ |
the son of Ca-i'nan, the son of Arphax'ad, the son of Shem, the son of Noah, the son of Lamech, |
|
| 37 | τοῦ Μαθουσαλὰ τοῦ Ἑνὼχ τοῦ Ἰάρετ τοῦ Μαλελεὴλ τοῦ Καϊνὰμ |
the son of Methuselah, the son of Enoch, the son of Jared, the son of Maha'lale-el, the son of Ca-i'nan, |
|
| 38 | τοῦ Ἐνὼς τοῦ Σὴθ τοῦ Ἀδὰμ τοῦ Θεοῦ. |
the son of Enos, the son of Seth, the son of Adam, the son of God. |
|
| |
|
<< | Luke: 3 | >> | |