20 |
ΑΠΟΛΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ |
Revelation |
Reference |
| 1 | Καὶ εἶδον ἀγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἐχοντα τὴν κλεῖν τῆς ἀβύσσου καὶ ἀλυσιν μεγάλην ἐπὶ τὴν χεῖρα αὐτοῦ. | Then I saw an angel coming down from heaven with the key of the abyss and a great chain in his hands. | The Thousand Years Re.20.1-6 |
| 2 | καὶ ἐκράτησεν τὸν δράκοντα, ὁ ὀφις ὁ ἀρχαῖος, ὁς ἐστιν διάβολος καὶ ὁ Σατανᾶς, καὶ ἐδησεν αὐτὸν χίλια ἐτη, | He seized the dragon, that serpent of old, the Devil or Satan, and chained him up for a thousand years; | |
| 3 | καὶ ἐβαλεν αὐτὸν εἰς τὴν ἀβυσσον καὶ ἐκλεισεν καὶ ἐσφράγισεν ἐπάνω αὐτοῦ ἵνα μὴ πλανήσῃ ἐτι τὰ ἐθνη ἀχρι τελεσθῇ τὰ χίλια ἐτη· μετὰ ταῦτα δεῖ λυθῆναι αὐτὸν μικρ ὸν χρόνον. | he threw him into the abyss, shutting and sealing it over him, so that he might seduce the nations no more till the thousand years were over. After that he must be let loose for a short while. | |
| 4 | Καὶ εἶδον θρόνους, καὶ ἐκάθισαν ἐπ' αὐτούς, καὶ κρίμα ἐδόθη αὐτοῖς, καὶ τὰς ψυχὰς τῶν πεπελεκισμένων διὰ τὴν μαρτυρίαν Ἰησοῦ καὶ διὰ τὸν λόγον τοῦ θεοῦ, καὶ οἱτινες οὐ προσεκύνησαν τὸ θηρίον οὐδε τὴν εἰκόνα αὐτοῦ καὶ οὐκ ἔκαβον τὸ χάραγμα τὸ μέτωπον καὶ | Then I saw thrones, and upon them sat those to whom judgement was committed. I could see the souls of those who had been beheaded for the sake of God's word and their testimony to Jesus, those who had not worshipped the beast and its image or received its mark on forehead or hand. These came to life again and reigned with Christ for a thousand years, | |
| 5 | οἱ λοιποὶ τῶν νεκρῶν οὐκ ἐζησαν ἀχρι τελεσθῇ τὰ χίλια ἐτη. αὑτη ἡ ἀνάστασις ἡ πρώτη. | though the rest of the dead did not come to life until the thousand years were over. This is the first resurrection. | |
| 6 | μακάριος καὶ ἀγιος ὁ ἐχων μέρος ἐν τῇ ἀναστάσει τῇ πρώτῃ· ἐπὶ τούτων ὁ δεύτερος θάνατος οὐκ ἐχει ἐξουσίαν, ἀλλ' ἐσονται ἱερεῖς τοῦ θεοῦ καὶ τοῦ Χριστοῦ, καὶ βασιλευ σουσιν μετ' αὐτοῦ [τὰ] χίλια ἔτη. | Happy indeed, and one of God's own people, is the man who shares in this first resurrection! Upon such the second death has no claim; but they shall be priests of God and of Christ, and shall reign with him for the thousand years. | |
| 7 | Καὶ ὁταν τελεσθῇ τὰ χίλια ἐτη, λυθήσεται ὁ Σατανᾶς ἐκ τῆς φυλακῆς αὐτοῦ, | When the thousand years are over, Satan will be let loose from his dungeon; | The Defeat of Satan Re.20.7-10 |
| 8 | καὶ ἐξελεύσεται πλανῆσαι τὰ ἐθνη τὰ ἐν ταῖς τέσσαρσιν γωνίαις τῆς γῆς, τὸν Γὼγ καὶ Μαγώγ, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον, ὧν ὁ ἀριθμὸς αὐτῶν ὡς ἡ ἀμμος τῆς θαλάσσης. | and he will come out to s seduce the nations in the four quarters of the earth and to muster them for battle, yes, the hosts of Gog and Magog, countless as the sands of the sea. | |
| 9 | καὶ ἀνέβησαν ἐπὶ τὸ πλάτος τῆς γῆς καὶ ἐκύκλευσαν τὴν παρεμβολὴν τῶν ἀγίων καὶ τὴν πόλιν τὴν ἠγαπημένην. καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτούς· | So they marched over the breadth of the land and laid siege to the camp of God's people and the city that he loves. But fire came down on them from heaven and consumed them; | |
| 10 | καὶ ὁ διάβολος ὁ πλανῶν αὐτοὺς ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρὸς καὶ θείου, ὁπου καὶ τὸ θηρίον καὶ ὁ ψευδοπροφήτης, καὶ βασανισθήσονται ἡμέρας καὶ νυκτὸς εἰς τοὺς αἰῶνας τ ῶν αἰώνων. | and the Devil, their seducer, was flung into the lake of fire and sulphur, where the beast and the false prophet had been flung, there to be tormented day and night for ever. | |
| 11 | Καὶ εἶδον θρόνον μέγαν λευκὸν καὶ τὸν καθήμενον ἐπ' αὐτόν, οὗ ἀπὸ τοῦ προσώπου ἐφυγεν ἡ γῆ καὶ ὁ οὐρανός, καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς. | Then I saw a great white throne, and the One who sat upon it; from his presence earth and heaven vanished away, and no place was left for them. | The Judgment at the Great White Throne Re.20.11-15 |
| 12 | καὶ εἶδον τοὺς νεκρούς, τοὺς μεγάλους καὶ τοὺς μικρούς, ἑστῶτας ἐνώπιον τοῦ θρόνου, καὶ βιβλία ἠνοίχθησαν· καὶ ἀλλο βιβλίον ἠνοίχθη, ὁ ἐστιν τῆς ζωῆς· καὶ ἐκρίθησαν οἱ νεκροὶ ἐκ τῶν γεγραμμένων ἐν τοῖς βιβλίοις κατὰ τὰ ἔργα αὐτῶν. | I could see the dead, great and small, standing before the throne; and books were opened. Then another book was opened, the roll of the living. From what was written in these books the dead were judged upon the record of their deeds. | |
| 13 | καὶ ἐδωκεν ἡ θάλασσα τοὺς νεκροὺς τοὺς ἐν αὐτῇ, καὶ ὁ θάνατος καὶ ὁ ᾀδης ἐδωκαν τοὺς νεκροὺς τοὺς ἐν αὐτοῖς, καὶ ἐκρίθησαν ἑκαστος κατὰ τὰ ἐργα αὐτῶν. | The sea gave up its dead, and Death and Hades gave up the dead in their keeping; they were judged, each man on the record of his deeds. | |
| 14 | καὶ ὁ θάνατος καὶ ὁ ᾀδης ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρός. οὗτος ὁ θάνατος ὁ δεύτερός ἐστιν, ἡ λίμνη τοῦ πυρός. | Then Death and Hades were flung into the lake of fire. This lake of fire is the second death; | |
| 15 | καὶ εἰ τις οὐχ εὑρέθη ἐν τῇ βίβλῳ τῆς ζωῆς γεγραμμένος ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρός. | and into it were flung any whose names were not to be found in the roll of the living. | |
| << | Revelation: 20 | >> |
|---|