9 |
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ |
Hebrews |
Reference |
| 1 | Εἶχε μὲν οὖν [καὶ] ἡ πρώτη δικαιώματα λατρείας τό τε ἀγιον κοσμικόν. | THE FIRST COVENANT indeed had its ordinances of divine service and its sanctuary, but a material sanctuary. | The Earthly and the Heavenly Sanctuaries Hb.9.1-22 |
| 2 | σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη ἐν ᾗ ἡ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἀρτων, ἡτις λέγεται Ἅγια· | For a tent was prepared - the first tent - in which was the lamp-stand, and the table with the bread of the Presence; this is called the Holy Place. | |
| 3 | μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια Ἅγίων, | Beyond the second curtain was the tent called the Most Holy Place. | |
| 4 | χρυσοῦν ἐχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἐχουσα τὸ μάννα καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκε ς τῆς διαθήκης, | Here was a golden altar of incense, and the ark of the covenant plated all over with gold, in which were a golden jar containing the manna, and Aaron's staff which once budded, and the tablets of the covenant; | |
| 5 | ὑπεράνω δὲ αὐτῆς Χερουβὶν δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἐστιν νῦν λέγειν κατὰ μέρος. | and above it the cherubim of God's glory, overshadowing the place of expiation. On these we cannot now enlarge. | |
| 6 | Τούτων δὲ οὑτως κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, | Under this arrangement, the priests are always entering the first tent in the discharge of their duties; | |
| 7 | εἰς δὲ τὴν δευτέραν ἀπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἱματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων, | but the second is entered only once a year, and by the high priest alone, and even then he must take with him the blood which he offers on his own behalf and for the people's sins of ignorance. | |
| 8 | τοῦτο δηλοῦντος τοῦ πνεύματος τοῦ ἀγίου, μήπω πεφανερῶσθαι τὴν τῶν ἀγίων ὁδὸν ἐτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν, | By this the Holy Spirit signifies that so long as the earlier tent still stands, the way into the sanctuary remains unrevealed. | |
| 9 | ἡτις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα, καθ' ἣν δῶρά τε καὶ θυσίαι προσφέρονται μὴ δυνάμεναι κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα, | (All this is symbolic, pointing to the present time.) The offerings and sacrifices there prescribed cannot give the worshipper inward perfection. | |
| 10 | μόνον ἐπὶ βρώμασιν καὶ πόμασιν καὶ διαφόροις βαπτισμοῖς, δικαιώματα σαρκὸς μέχρι καιροῦ διορθώσεως ἐπικείμενα. | It is only a matter of food and drink and various rites of cleansing-outward ordinances in force until the time of reformation. | |
| 11 | Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν γενομένων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς οὐ χειροποιήτου, τοῦτ' ἐστιν οὐ ταύτης τῆς κτίσεως, | But now Christ has come, high priest of good things already in being. The tent of his priesthood is a greater and more perfect one, not made by men's hands, that is, not belonging to this created world; | |
| 12 | οὐδὲ δῖ αἱματος τράγων καὶ μόσχων διὰ δὲ τοῦ ἰδίου αἱματος, εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἀγια, αἰωνίαν λύτρωσιν εὑράμενος. | the blood of his sacrifice is his own blood, not the blood of goats and calves; and thus he has entered the sanctuary once and for all and secured an eternal deliverance. | |
| 13 | εἰ γὰρ τὸ αἷμα τράγων καὶ ταύρων καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἀγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, | For if the blood of goats and bulls and the sprinkled ashes of a heifer have power to hallow those who have been defiled and restore their external purity, | |
| 14 | πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ πνεύματος αἰωνίου ἑαυτὸν προσήνεγκεν ἀμωμον τῷ θεῷ, καθαριεῖ τὴν συνείδησιν ἡμῶν ἀπὸ νεκρῶν ἐργων εἰς τὸ λατρεύειν θεῷ ζῶντι. | how much greater is the power of the blood of Christ; he offered himself without blemish to God, a spiritual and eternal sacrifice; and his blood will cleanse our conscience from the deadness of our former ways and fit us for the service of the living God. | |
| 15 | Καὶ διὰ τοῦτο διαθήκης καινῆς μεσίτης ἐστίν, ὁπως θανάτου γενομένου εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ διαθήκῃ παραβάσεων τὴν ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τῆς αἰωνίου κληρονομίας. | And therefore he is the mediator of a new covenant, or testament, under which, now that there has been a death to bring deliverance from sins committed under the former covenant, those whom God has called may receive the promise of the eternal inheritance. | |
| 16 | ὁπου γὰρ διαθήκη, θάνατον ἀνάγκη φέρεσθαι τοῦ διαθεμένου· | For where there is a testament it is necessary for the death of the testator to be established. | |
| 17 | διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία, ἐπεὶ μήποτε ἰσχύει ὅτε ζῇ ὁ διαθέμενος. | A testament is operative only after a death: it cannot possibly have force while the testator is alive. | |
| 18 | ὁθεν οὐδὲ ἡ πρώτη χωρὶς αἱματος ἐγκεκαίνισται· | Thus we find that the former covenant itself was not inaugurated without blood. | |
| 19 | λαληθείσης γὰρ πάσης ἐντολῆς κατὰ τὸν νόμον ὑπὸ Μωϋσέως παντὶ τῷ λαῷ, λαβὼν τὸ αἷμα τῶν μόσχων μετὰ ὑδατος καὶ ἐρίου κοκκίνου καὶ ὑσσώπου αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν ἐράντισεν, | For when, as the Law directed, Moses had recited all the commandments to the people, he took the blood of the calves, with water, scarlet wool, and marjoram, and sprinkled the law-book itself and all the people, | |
| 20 | λέγων, Tοῦτο τὸ αἷμα τῆς διαθήκης ἧς ἐνετείλατο πρὸς ὑμᾶς ὁ θεός· | saying, 'This is the blood of the covenant which God has enjoined upon you.' | - This is the blood of the covenant Hb.9.20 | Ex.24.8 |
| 21 | καὶ τὴν σκηνὴν δὲ καὶ πάντα τὰ σκεύη τῆς λειτουργίας τῷ αἱματι ὁμοίως ἐρράντισεν. | In the same way he also sprinkled the tent and all the vessels of divine service with blood. | |
| 22 | καὶ σχεδὸν ἐν αἱματι πάντα καθαρίζεται κατὰ τὸν νόμον, καὶ χωρὶς αἱματεκχυσίας οὐ γίνεται ἄφεσις. | Indeed, according to the Law, it might almost be said, everything is cleansed by blood and without the shedding of blood there is no forgiveness. | |
| 23 | Ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καθαρίζεσθαι, αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσιν θυσίαις παρὰ ταύτας. | If, then, these sacrifices cleanse the copies of heavenly things, those heavenly things themselves require better sacrifices to cleanse them. | Sin Put Away by Christ's Sacrifice Hb.9.23-10.18 |
| 24 | οὐ γὰρ εἰς χειροποίητα εἰσῆλθεν ἀγια Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ θεοῦ ὑπὲρ ἡμῶν· | For Christ has entered, not that sanctuary made by men's hands which is only a symbol of the reality, but heaven itself, to appear now before God on our behalf. | |
| 25 | οὐδ' ἵνα πολλάκις προσφέρῃ ἑαυτόν, ὡσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ ἀγια κατ' ἐνιαυτὸν ἐν αἱματι ἀλλοτρίῳ, | Nor is he there to offer himself again and again, as the high priest enters the sanctuary year by year with blood not his own. | |
| 26 | ἐπεὶ ἐδει αὐτὸν πολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσμου· νυνὶ δὲ ἀπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν [τῆς] ἀμαρτίας διὰ τῆς θυσίας αὐτοῦ πεφανέρωται. | If that were so, he would have had to suffer many times since the world was made. But as it is, he has appeared once and for all at the climax of history to abolish sin by the sacrifice of himself. | |
| 27 | καὶ καθ' ὁσον ἀπόκειται τοῖς ἀνθρώποις ἀπαξ ἀποθανεῖν, μετὰ δὲ τοῦτο κρίσις, | And as it is the lot of men to die once, and after death comes judgement, | |
| 28 | οὑτως καὶ ὁ Χριστός, ἀπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἀμαρτίας, ἐκ δευτέρου χωρὶς ἀμαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις εἰς σωτηρίαν. | so Christ was offered once to bear the burden of men's sins, and will appear a second time, sin done away, to bring salvation to those who are watching for him. | |
| << | Hebrews: 9 | >> |
|---|