21 |
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ |
Acts |
Reference |
| 1 | Ὡς δὲ ἐγένετο ἀναχθῆναι ἡμᾶς ἀποσπασθέντας ἀπ' αὐτῶν, εὐθυδρομήσαντες ἠλθομεν εἰς τὴν Κῶ, τῇ δὲ ἑξῆς εἰς τὴν Ῥόδον, κἀκεῖθεν εἰς Πάταρα· | When we had parted from them and set sail, we made a straight run and came to Cos; next day to Rhodes, and thence to Patara. | Paul's Journey to Jerusalem Ac.21.1-16 |
| 2 | καὶ εὑρόντες πλοῖον διαπερῶν εἰς Φοινίκην ἐπιβάντες ἀνήχθημεν. | There we found a ship bound for Phoenicia, so we went aboard and sailed in her. | |
| 3 | ἀναφάναντες δὲ τὴν Κύπρον καὶ καταλιπόντες αὐτὴν εὐώνυμον ἐπλέομεν εἰς Συρίαν, καὶ κατήλθομεν εἰς Τύρον, ἐκεῖσε γὰρ τὸ πλοῖον ἦν ἀποφορτιζόμενον τὸν γόμον. | We came in sight of Cyprus, and leaving it on our port beam, we continued our voyage to Syria, and put in at Tyre, for there the ship was to unload her cargo. | |
| 4 | ἀνευρόντες δὲ τοὺς μαθητὰς ἐπεμείναμεν αὐτοῦ ἡμέρας ἑπτά, οἱτινες τῷ Παύλῳ ἐλεγον διὰ τοῦ πνεύματος μὴ ἐπιβαίνειν εἰς Ἱεροσόλυμα. | We went and found the disciples and stayed there a week; and they, warned by the Spirit, urged Paul to abandon his visit to Jerusalem. | |
| 5 | ὅτε δὲ ἐγένετο ἡμᾶς ἐξαρτίσαι τὰς ἡμέρας, ἐξελθόντες ἐπορευόμεθα προπεμπόντων ἡμᾶς πάντων σὺν γυναιξὶ καὶ τέκνοις ἑως ἐξω τῆς πόλεως, καὶ θέντες τὰ γόνατα ἐπὶ τὸν αἰ γιαλὸν προσευξάμενοι | But when our time ashore was ended, we left and continued our journey; and they and their wives and children all escorted us out of the city. We knelt down on the beach and prayed, | |
| 6 | ἀπησπασάμεθα ἀλλήλους, καὶ ἀνέβημεν εἰς τὸ πλοῖον, ἐκεῖνοι δὲ ὑπέστρεψαν εἰς τὰ ἰδια. | then bade each other good-bye; we went aboard, and they returned home. | |
| 7 | Ἡμεῖς δὲ τὸν πλοῦν διανύσαντες ἀπὸ Τύρου κατηντήσαμεν εἰς Πτολεμαΐδα, καὶ ἀσπασάμενοι τοὺς ἀδελφοὺς ἐμείναμεν ἡμέραν μίαν παρ' αὐτοῖς. | We made the passage from Tyre and reached Ptolemais, where we greeted the brotherhood and spent a one day with them. | |
| 8 | τῇ δὲ ἐπαύριον ἐξελθόντες ἠλθομεν εἰς Καισάρειαν, καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ ὀντος ἐκ τῶν ἑπτὰ ἐμείναμεν παρ' αὐτῷ. | Next day we left and came to Caesarea. We went to the home of Philip the evangelist, who was one of the Seven, and stayed with him. | |
| 9 | τούτῳ δὲ ἦσαν θυγατέρες τέσσαρες παρθένοι προφητεύουσαι. | He had four unmarried daughters, who possessed the gift of prophecy. | |
| 10 | ἐπιμενόντων δὲ ἡμέρας πλείους κατῆλθέν τις ἀπὸ τῆς Ἰουδαίας προφήτης ὀνόματι Ἄγαβος, | When we had been there several days, a prophet named Agabus arrived from Judaea. | |
| 11 | καὶ ἐλθὼν πρὸς ἡμᾶς καὶ ἀρας τὴν ζώνην τοῦ Παύλου δήσας ἑαυτοῦ τοὺς πόδας καὶ τὰς χεῖρας εἶπεν, Τάδε λέγει τὸ πνεῦμα τὸ ἀγιον, Τὸν ἀνδρα οὗ ἐστιν ἡ ζώνη αὑτη οὑτ ως δήσουσιν ἐν Ἰερουσαλὴμ οἱ Ἰουδαῖοι καὶ παραδώσουςιν εἰς χεῖρας ἐθνῶν. | He came to us, took Paul's belt, bound his own feet and hands with it, and said, 'These are the words of the Holy Spirit: Thus will the Jews in Jerusalem bind the man to whom this belt belongs, and hand him over to the Gentiles.' | |
| 12 | ὡς δὲ ἠκούσαμεν ταῦτα, παρεκαλοῦμεν ἡμεῖς τε καὶ οἱ ἐντόπιοι τοῦ μὴ ἀναβαίνειν αὐτὸν εἰς Ἰερουσαλήμ. | When we heard this, we and the local people begged and implored Paul to abandon his visit to Jerusalem. | |
| 13 | τότε ἀπεκρίθη ὁ Παῦλος, Τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; ἐγὼ γὰρ οὐ μόνον δεθῆναι ἀλλὰ καὶ ἀποθανεῖν εἰς Ἰερουσαλὴμ ἑτοίμως ἐχω ὑπὲρ τοῦ ὀνόματο ς τοῦ κυρίου Ἰησοῦ. | Then Paul gave his answer: 'Why all these tears? Why are you trying to weaken my resolution? For my part I am ready not merely to be bound but even to die for the name of the Lord Jesus.' | |
| 14 | μὴ πειθομένου δὲ αὐτοῦ ἡσυχάσαμεν εἰπόντες, Τοῦ κυρίου τὸ θέλημα γινέσθω. | So, as he would not be persuaded, we gave up and said, 'The Lord's will be done.' | |
| 15 | Μετὰ δὲ τὰς ἡμέρας ταύτας ἐπισκευασάμενοι ἀνεβαίνομεν εἰς Ἱεροσόλυμα· | At the end of our stay we packed our baggage and took the road up to Jerusalem. | |
| 16 | συνῆλθον δὲ καὶ τῶν μαθητῶν ἀπὸ Καισαρείας σὺν ἡμῖν, ἀγοντες παρ' ᾧ ξενισθῶμεν Μνάσωνί τινι Κυπρίῳ, ἀρχαίῳ μαθητῇ. | Some of the disciples from Caesarea came along with us, bringing a certain Mnason of Cyprus, a Christian from the early days, with whom we were to lodge. | |
| 17 | Γενομένων δὲ ἡμῶν εἰς Ἱεροσόλυμα ἀσμένως ἀπεδέξαντο ἡμᾶς οἱ ἀδελφοί. | So we reached Jerusalem, where the brotherhood welcomed us gladly. | Paul Visits James Ac.21.17-26 |
| 18 | τῇ δὲ ἐπιούσῃ εἰσῄει ὁ Παῦλος σὺν ἡμῖν πρὸς Ἰάκωβον, πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι. | Next day Paul paid a visit to James; we were with him, and all the elders attended. | |
| 19 | καὶ ἀσπασάμενος αὐτοὺς ἐξηγεῖτο καθ' ἓν ἑκαστον ὧν ἐποίησεν ὁ θεὸς ἐν τοῖς ἐθνεσιν διὰ τῆς διακονίας αὐτοῦ. | He greeted them, and then described in detail all that God had done among the Gentiles through his ministry. | |
| 20 | οἱ δὲ ἀκούσαντες ἐδόξαζον τὸν θεόν, εἶπόν τε αὐτῷ, Θεωρεῖς, ἀδελφέ, πόσαι μυριάδες εἰσὶν ἐν τοῖς Ἰουδαίοις τῶν πεπιστευκότων, καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσιν· | When they heard this, they gave praise to God. Then they said to Paul: 'You see, brother, how many thousands of converts we have among the Jews, all of them staunch upholders of the Law. | |
| 21 | κατηχήθησαν δὲ περὶ σοῦ ὅτι ἀποστασίαν διδάσκεις ἀπὸ Μωϋσέως τοὺς κατὰ τὰ ἐθνη πάντας Ἰουδαίους, λέγων μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα μηδὲ τοῖς ἐθεσιν περιπατεῖν. | Now they have been given certain information about you: it is said that you teach all the Jews in the gentile world to turn their backs on Moses, telling them to give up circumcising their children and following our way of life. | |
| 22 | τί οὖν ἐστιν; πάντως ἀκούσονται ὅτι ἐλήλυθας. | What is the position, then? They are sure to hear that you have arrived. You must therefore do as we tell you. | |
| 23 | τοῦτο οὖν ποίησον ὁ σοι λέγομεν· εἰσὶν ἡμῖν ἀνδρες τέσσαρες εὐχὴν ἐχοντες ἐφ' ἑαυτῶν. | We have four men here who are under a vow; | |
| 24 | τούτους παραλαβὼν ἀγνίσθητι σὺν αὐτοῖς καὶ δαπάνησον ἐπ' αὐτοῖς ἵνα ξυρήσονται τὴν κεφαλήν, καὶ γνώσονται πάντες ὅτι ὧν κατήχηνται περὶ σοῦ οὐδέν ἐστιν, ἀλλὰ στοιχεῖς και ; αὐτὸς φυλάσσων τὸν νόμον. | take them with you and go through the ritual of purification with them, paying their expenses, after which they may shave their heads. Then everyone will know that there is nothing in the stories they were told about you, but that you are a practising Jew and keep the Law yourself. | |
| 25 | περὶ δὲ τῶν πεπιστευκότων ἐθνῶν ἡμεῖς ἐπεστείλαμεν κρίναντες φυλάσσεσθαι αὐτοὺς τό τε εἰδωλόθυτον καὶ αἷμα καὶ πνικτὸν καὶ πορνείαν. | As for the gentile converts, we sent them our decision that they must abstain from meat that has been offered to idols, from blood, from anything that has been strangled, and from fornication.' | |
| 26 | τότε ὁ Παῦλος παραλαβὼν τοὺς ἀνδρας, τῇ ἐχομένῃ ἡμέρᾳ σὺν αὐτοῖς ἀγνισθεὶς εἰσῄει εἰς τὸ ἱερόν, διαγγέλλων τὴν ἐκπλήρωσιν τῶν ἡμερῶν τοῦ ἀγνισμοῦ ἑως οὗ προσηνέχ θη ὑπὲρ ἑνὸς ἑκάστου αὐτω ἡ προσφορά. | So Paul took the four men, and next day, after going through the ritual of purification with them, he went into the temple to give notice of the date when the period of purification would end and the offering be made for each one of them. | |
| 27 | Ὡς δὲ ἐμελλον αἱ ἑπτὰ ἡμέραι συντελεῖσθαι, οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι θεασάμενοι αὐτὸν ἐν τῷ ἱερῷ συνέχεον πάντα τὸν ὀχλον καὶ ἐπέβαλον ἐπ' αὐτὸν τὰς χεῖρας, | BUT JUST BEFORE the period of seven days was up, the Jews from the province of Asia saw him in the temple. They stirred up the whole crowd, and seized him, | Paul Arrested in the Temple Ac.21.27-36 |
| 28 | κράζοντες, Ἄνδρες Ἰσραηλῖται, βοηθεῖτε· οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάντας πανταχῇ διδάσκων, ἐτι τε καὶ Ἑλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν καὶ κεκοίνωκεν τὸν ἅγιον τόπον τοῦτον. | shouting, 'Men of Israel, help, help! This is the fellow who spreads his doctrine all over the world, attacking our people, our law, and this sanctuary. On top of all this he has brought Greeks into the temple and profaned t | |
| 29 | ἦσαν γὰρ προεωρακότες Τρόφιμον τὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος. | For they had previously seen Trophimus the Ephesian with him in the city, and assumed that Paul had brought him into the temple. | |
| 30 | ἐκινήθη τε ἡ πόλις ὁλη καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ, καὶ ἐπιλαβόμενοι τοῦ Παύλου εἷλκον αὐτὸν ἐξω τοῦ ἱεροῦ, καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι. | The whole city was in a turmoil, and people came running from all directions. They seized Paul and dragged him out of the temple; and at once the doors were shut. | |
| 31 | ζητούντων τε αὐτὸν ἀποκτεῖναι ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς σπείρης ὅτι ὁλη συγχύννεται Ἰερουσαλήμ, | While they were clamouring for his death, a report reached the officer commanding the cohort, that all Jerusalem was in an uproar. | |
| 32 | ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ ἑκατοντάρχας κατέδραμεν ἐπ' αὐτούς· οἱ δὲ ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας ἐπαύσαντο τύπτοντες τὸν Παῦλον. | He immediately took a force of soldiers with their centurions and came down on the rioters at the double. As soon as they saw the commandant and his troops, they stopped beating Paul. | |
| 33 | τότε ἐγγίσας ὁ χιλίαρχος ἐπελάβετο αὐτοῦ καὶ ἐκέλευσεν δεθῆναι ἀλύσεσι δυσί, καὶ ἐπυνθάνετο τίς εἰη καὶ τί ἐστιν πεποιηκώς. | The commandant stepped forward, arrested him, and ordered him to be shackled with two chains; he then asked who the man was and what he had been doing. | |
| 34 | ἀλλοι δὲ ἀλλο τι ἐπεφώνουν ἐν τῷ ὀχλῳ· μὴ δυναμένου δὲ αὐτοῦ γνῶναι τὸ ἀσφαλὲς διὰ τὸν θόρυβον ἐκέλευσεν ἀγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν. | Some in the crowd shouted one thing, some another. As he could not get at the truth because of the hubbub, he ordered him to be taken into barracks. | |
| 35 | ὅτε δὲ ἐγένετο ἐπὶ τοὺς ἀναβαθμούς, συνέβη βαστάζεσθαι αὐτὸν ὑπὸ τῶν στρατιωτῶν διὰ τὴν βίαν τοῦ ὀχλου, | When Paul reached the steps, he had to be carried by the soldiers because of the violence of the mob. | |
| 36 | ἠκολούθει γὰρ τὸ πλῆθος τοῦ λαοῦ κράζοντες, Αἶρε αὐτόν. | For the whole crowd were at their heels yelling, 'Kill him!' | |
| 37 | Μέλλων τε εἰσάγεσθαι εἰς τὴν παρεμβολὴν ὁ Παῦλος λέγει τῷ χιλιάρχῳ, Εἰ ἐξεστίν μοι εἰπεῖν τι πρὸς σέ; ὁ δὲ ἐφη, Ἑλληνιστὶ γινώσκεις; | Just before Paul was taken into the barracks he said to the commandant, 'May I say something to you?' The commandant said, 'So you speak Greek, do you? | Paul Defends Himself Ac.21.37-22.5 |
| 38 | οὐκ ἀρα σὺ εἶ ὁ Αἰγύπτιος ὁ πρὸ τούτων τῶν ἡμερῶν ἀναστατώσας καὶ ἐξαγαγὼν εἰς τὴν ἐρημον τοὺς τετρακισχιλίους ἀνδρας τῶν σικαρίων; | Then you are not the Egyptian who started a revolt some time ago and led a force of four thousand terrorists out into the wilds?' | |
| 39 | εἶπεν δὲ ὁ Παῦλος, Ἐγὼ ἄνθρωπος μέν εἰμι Ἰουδαῖος, Ταρσεὺς τῆς Κιλικίας, οὐκ ἀσήμου πόλεως πολίτης· δέομαι δέ σου, ἐπίτρεψόν μοι λαλῆσαι πρὸς τὸν λαόν. | Paul replied, 'I am a Jew, a Tarsian from Cilicia, a citizen of no mean city. I ask your permission to speak to the people.' | |
| 40 | ἐπιτρέψαντος δὲ αὐτοῦ ὁ Παῦλος ἑστὼς ἐπὶ τῶν ἀναβαθμῶν κατέσεισεν τῇ χειρὶ τῷ λαῷ· πολλῆς δὲ σιγῆς γενομένης προσεφώνησεν τῇ Ἑβραΐδι διαλέκτῳ λέγων, | When permission had been given, Paul stood on the steps and with a gesture called for the attention of the people. As soon as quiet was restored, he addressed them in the Jewish language: | |
| << | Acts: 21 | >> |
|---|