18 |
ΚΑΤΑ ΙΩΑΝΝΗΝ |
John |
Reference |
| 1 | Ταῦτα εἰπὼν Ἰησοῦς ἐξῆλθεν σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου τοῦ Κεδρὼν ὁπου ἦν κῆπος, εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ. | AFTER THESE WORDS, Jesus went out with his disciples, and crossed the Kedron ravine. There was a garden there, and he and his disciples went into it. | The Betrayal and Arrest of Jesus Jn.18.1-11 | Mt.26.47-56 | Mk.14.43-50 | Lk.22.47-53 |
| 2 | ᾐδει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν τὸν τόπον, ὅτι πολλάκις συνήχθη Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ. | The place was known to Judas, his betrayer, because Jesus had often met there with his disciples. | |
| 3 | ὁ οὖν Ἰούδας λαβὼν τὴν σπεῖραν καὶ ἐκ τῶν ἀρχιερέων καὶ ἐκ τῶν Φαρισαίων ὑπηρέτας ἐρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὁπλων. | So Judas took a detachment of soldiers, and police provided by the chief priests and the Pharisees, equipped with lanterns, torches, and weapons, and made his way to the garden. | |
| 4 | Ἰησοῦς οὖν εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ' αὐτὸν ἐξῆλθεν καὶ λέγει αὐτοῖς, Τίνα ζητεῖτὲ; | Jesus, knowing all that was coming upon him, went out to them and asked, 'Who is it you want?' | |
| 5 | ἀπεκρίθησαν αὐτῷ, Ἰησοῦν τὸν Ναζωραῖον. λέγει αὐτοῖς, Ἐγώ εἰμι. εἱστήκει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν μετ' αὐτῶν. | 'Jesus of Nazareth', they answered. Jesus said, 'I am he.' And there stood Judas the traitor with them. | |
| 6 | ὡς οὖν εἶπεν αὐτοῖς, Ἐγώ εἰμι, ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἐπεσαν χαμαί. | When he said, 'I am he', they drew back and fell to the ground. | |
| 7 | πάλιν οὖν ἐπηρώτησεν αὐτούς, Τίνα ζητεῖτὲ οἱ δὲ εἶπαν, Ἰησοῦν τὸν Ναζωραῖον. | Again Jesus asked, 'Who is it you want?' 'Jesus of Nazareth', they answered. | |
| 8 | ἀπεκρίθη Ἰησοῦς, Εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι· εἰ οὖν ἐμὲ ζητεῖτε, ἀφετε τούτους ὑπάγειν· | Then Jesus said, 'I have told you that I am he. If I am the man you want, let these others go.' | |
| 9 | ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν ὅτι Οὓς δέδωκάς μοι οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα. | (This was to make good his words, 'I have not lost one of those whom thou gavest me.') | |
| 10 | Σίμων οὖν Πέτρος ἐχων μάχαιραν εἱλκυσεν αὐτὴν καὶ ἐπαισεν τὸν τοῦ ἀρχιερέως δοῦλον καὶ ἀπέκοψεν αὐτοῦ τὸ ὠτάριον τὸ δεξιόν. ἦν δὲ ὀνομα τῷ δούλῳ Μάλχος. | Thereupon Simon Peter drew the sword he was wearing and struck at the High Priest's servant, cutting off his right ear. (The servant's name was Malchus.) | |
| 11 | εἶπεν οὖν ὁ Ἰησοῦς τῷ Πέτρῳ, Βάλε τὴν μάχαιραν εἰς τὴν θήκην· τὸ ποτήριον ὃ δέδωκέν μοι ὁ πατὴρ οὐ μὴ πίω αὐτό; | Jesus said to Peter, 'Sheathe your sword. This is the cup my Father has given me; shall I not drink it?' | |
| 12 | Ἡ οὖν σπεῖρα καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων συνέλαβον τὸν Ἰησοῦν καὶ ἐδησαν αὐτὸν | THE TROOPS with their commander, and the Jewish police, now arrested Jesus and secured him. | Jesus before the Council Jn.18.12-14 | Mt.26.57-68 | Mk.14.53-65 | Lk.22.54-55 | Jn.18.19-24 |
| 13 | καὶ ἠγαγον πρὸς Ἅνναν πρῶτον· ἦν γὰρ πενθερὸς τοῦ Καϊάφα, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου· | They took him first to Annas. Annas was father-in-law of Caiaphas, the High Priest for that year - | |
| 14 | ἦν δὲ Καϊάφας ὁ συμβουλεύσας τοῖς Ἰουδαίοις ὅτι συμφέρει ἑνα ἄνθρωπον ἀποθανεῖν ὑπὲρ τοῦ λαοῦ. | the same Caiaphas who had advised the Jews that it would be to their interest if one man died for the whole people. | |
| 15 | Ἠκολούθει δὲ τῷ Ἰησοῦ Σίμων Πέτρος καὶ ἀλλος μαθητής. ὁ δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ, καὶ συνεισῆλθεν τῷ Ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, | Jesus was followed by Simon Peter and another disciple. This disciple, who was acquainted with the High Priest, went with Jesus into the High Priest's courtyard, | Peter's Denial of Jesus Jn.18.15-18 | Mt.26.69-75 | Mk.14.66-72 | Lk.22.56-62 | Jn.18.25-27 |
| 16 | ὁ δὲ Πέτρος εἱστήκει πρὸς τῇ θύρᾳ ἐξω. ἐξῆλθεν οὖν ὁ μαθητὴς ὁ ἀλλος ὁ γνωστὸς τοῦ ἀρχιερέως καὶ εἶπεν τῇ θυρωρῷ καὶ εἰσήγαγεν τὸν Πέτρον. | but Peter halted at the door outside. So the other disciple, the High Priest's acquaintance, went out again and spoke to the woman at the door, and brought Peter in. | |
| 17 | λέγει οὖν τῷ Πέτρῳ ἡ παιδίσκη ἡ θυρωρός, Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτοὺ λέγει ἐκεῖνος, Οὐκ εἰμί. | The maid on duty at the door said to Peter, 'Are you another of this man's disciples?' 'I am not', he said. | |
| 18 | εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες, ὅτι ψῦχος ἦν, καὶ ἐθερμαίνοντο· ἦν δὲ καὶ ὁ Πέτρος μετ' αὐτῶν ἑστὼς καὶ θερμαινόμενος. | The servants and the police had made a charcoal fire, because it was cold, and were standing round it warming themselves. And Peter too was standing with them, sharing the warmth. | |
| 19 | Ὁ οὖν ἀρχιερεὺς ἠρώτησεν τὸν Ἰησοῦν περὶ τῶν μαθητῶν αὐτοῦ καὶ περὶ τῆς διδαχῆς αὐτοῦ. | The High Priest questioned Jesus about his disciples and about what he taught. | The High Priest Questions Jesus Jn.18.19-24 | Mt.26.59-66 | Mk.14.55-64 | Lk.22.66-71 |
| 20 | ἀπεκρίθη αὐτῷ Ἰησοῦς, Ἐγὼ παρρησίᾳ λελάληκα τῷ κόσμῳ· ἐγὼ πάντοτε ἐδίδαξα ἐν συναγωγῇ καὶ ἐν τῷ ἱερῷ, ὁπου πάντες οἱ Ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷ ἐλάλης α οὐδέν. | Jesus replied, 'I have spoken openly to all the world; I have always taught in synagogue and in the temple, where all Jews congregate; I have said nothing in secret. | |
| 21 | τί με ἐρωτᾷς; ἐρώτησον τοὺς ἀκηκοότας τί ἐλάλησα αὐτοῖς· ἰδε οὗτοι οἰδασιν ἂ εἶπον ἐγώ. | Why question me? Ask my hearers what I told them; they know what I said.' | |
| 22 | ταῦτα δὲ αὐτοῦ εἰπόντος εἷς παρεστηκὼς τῶν ὑπηρετῶν ἐδωκεν ῥάπισμα τῷ Ἰησοῦ εἰπών, Οὑτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ; | When he said this, one of the police struck him on the face, exclaiming, 'Is that the way to answer the High Priest?' | |
| 23 | ἀπεκρίθη αὐτῷ Ἰησοῦς, Εἰ κακῶς ἐλάλησα, μαρΤύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; | Jesus replied, 'If I spoke amiss, state it in evidence; if I spoke well, why strike me?' | |
| 24 | ἀπέστειλεν οὖν αὐτὸν ὁ Ἅννας δεδεμένον πρὸς Καϊάφαν τὸν ἀρχιερέα. | So Annas sent him bound to Caiaphas the High Priest. | |
| 25 | Ἦν δὲ Σίμων Πέτρος ἑστὼς καὶ θερμαινόμενος. εἶπον οὖν αὐτῷ, Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ; ἠρνήσατο ἐκεῖνος καὶ εἶπεν, Οὐκ εἰμί. | Meanwhile Peter stood warming himself. The others asked, 'Are you another of his disciples?' But he denied it: 'I am not', he said. | Peter Denies Jesus Again Jn.18.25-27 | Mt.26.71-75 | Mk.14.69-72 | Lk.22.58-62 |
| 26 | λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως, συγγενὴς ὢν οὗ ἀπέκοψεν Πέτρος τὸ ὠτίον, Οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετ' αὐτοῦ; | One of the High Priest's servants, a relation of the man whose ear Peter had cut off, insisted, 'Did I not see you with him in the garden?' | |
| 27 | πάλιν οὖν ἠρνήσατο Πέτρος· καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν. | Peter denied again; and just then a cock crew. | |
| 28 | Ἄγουσιν οὖν τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον· ἦν δὲ πρωΐ· καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν ἀλλὰ φάγωσιν τὸ πάσχα. | FROM CAIAPHAS Jesus was led into the Governor's headquarters. It was now early morning, and the Jews themselves stayed outside the headquarters to avoid defilement, so that they could eat the Passover meal. | Jesus before Pilate Jn.18.28-38 | Mt.27.1-2, 11-14 | Mk.15.1-5 | Lk.23.1-5 |
| 29 | ἐξῆλθεν οὖν ὁ Πιλᾶτος ἐξω πρὸς αὐτοὺς καὶ φησίν, Τίνα κατηγορίαν φέρετε [κατὰ] τοῦ ἀνθρώπου τούτοὺ; | So Pilate went out to them and asked, 'What charge do you bring against this man?' | |
| 30 | ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ, Εἰ μὴ ἦν οὗτος κακὸν ποιῶν, οὐκ ἀν σοι παρεδώκαμεν αὐτόν. | 'If he were not a criminal,' they replied, 'we should not have brought him before you.' | |
| 31 | εἶπεν οὖν αὐτοῖς ὁ Πιλᾶτος, Λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. εἶπον [οὖν] αὐτῷ οἱ Ἰουδαῖοι, Ἡμῖν οὐκ ἐξεστιν ἀποκτεῖναι οὐδένα· | Pilate said, 'Take him away and try him by your own law.' The Jews answered, 'We are not allowed to put any man to death.' | |
| 32 | ἵνα ὁ λόγος τοῦ Ἰησοῦ πληρωθῇ ὃν εἶπεν σημαίνων ποίῳ θανάτῳ ἠμελλεν ἀποθνῄσκειν. | Thus they ensured the fulfilment of the words by which Jesus had indicated the manner of his death. | |
| 33 | Εἰσῆλθεν οὖν πάλιν εἰς τὸ πραιτώριον ὁ Πιλᾶτος καὶ ἐφώνησεν τὸν Ἰησοῦν καὶ εἶπεν αὐτῷ, Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; | Pilate then went back into his headquarters and summoned Jesus. 'Are you the king of the Jews?' he asked. | |
| 34 | ἀπεκρίθη Ἰησοῦς, Ἀπὸ σεαυτοῦ σὺ τοῦτο λέγεις ἢ ἀλλοι εἶπόν σοι περὶ ἐμοῦ; | Jesus said, 'Is that your own idea, or have others suggested it to you?' | |
| 35 | ἀπεκρίθη ὁ Πιλᾶτος, Μήτι ἐγὼ Ἰουδαῖός εἰμὶ τὸ ἐθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί· τί ἐποίησας; | 'What! am I a Jew?' said Pilate. 'Your own nation and their chief priests have brought you before me. What have you done?' | |
| 36 | ἀπεκρίθη Ἰησοῦς, Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἐστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται οἱ ἐμοὶ ἠγωνίζοντο [ἀν], ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις· νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὺκ ἔστιν ἐντεῦθεν. | Jesus replied, 'My kingdom does not belong to this world. If it did, my followers would be fighting to save me from arrest by the Jews. My kingly authority comes from elsewhere.' | |
| 37 | εἶπεν οὖν αὐτῷ ὁ Πιλᾶτος, Οὐκοῦν βασιλεὺς εἶ σύ; ἀπεκρίθη ὁ Ἰησοῦς, Σὺ λέγεις ὅτι βασιλεύς εἰμι. ἐγὼ εἰς τοῦτο γεγέννημαι καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἱν α μαρτυρήσω τῇ ἀληθείᾳ· πας ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούει νου τῆς φωνῆς. | 'You are a king, then?' said Pilate. Jesus answered, '"King" is your word. My task is to bear witness to the truth. For this was I born; for this I came into the world, and all who are not deaf to truth listen to my voice.' | |
| 38 | λέγει αὐτῷ ὁ Πιλᾶτος, Τί ἐστιν ἀλήθειὰ; Καὶ τοῦτο εἰπὼν πάλιν ἐξῆλθεν πρὸς τοὺς Ἰουδαίους, καὶ λέγει αὐτοῖς, Ἐγὼ οὐδεμίαν εὑρίσκω ἐν αὐτῷ αἰτίαν. | Pilate said, 'What is truth?', and with those words went out again to the Jews. 'For my part,' he said, 'I find no case against him. | |
| 39 | ἐστιν δὲ συνήθεια ὑμῖν ἵνα ἑνα ἀπολύσω ὑμῖν ἐν τῷ πάσχα· βούλεσθε οὖν ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων; | But you have a custom that I release one prisoner for you at Passover. Would you like me to release the king of the Jews?' | Jesus Sentenced to Die Jn.18.39-19.16 | Mt.27.15-26 | Mk.15.6-15 | Lk.23.13-25 |
| 40 | ἐκραύγασαν οὖν πάλιν λέγοντες, Μὴ τοῦτον ἀλλὰ τὸν Βαραββᾶν. ἦν δὲ ὁ Βαραββᾶς λῃστής. | Again the clamour rose: 'Not him; we want Barabbas!' (Barabbas was a bandit.) | |
| << | John: 18 | >> |
|---|