katapi New Study Bible - THE OLD TESTAMENT IN GREEK - according to the SEPTUAGINT (LXX)

ΜΕΙΧΑΙΑΣ


HOME | OT in Greek - BOOKS | Notes. | Κεφ - Ch: 1 | 2 | 3 | 4 | 5 | 6 | 7 | Search---> the OLD TESTAMENT GREEK TEXT | Compare LXX || Hebrew Text.

1

MICAH. A prophet to the southern kingdom - Judah.

1 Καὶ ἐγένετο λόγος κυρίου πρὸς Μιχαιαν τὸν τοῦ Μωρασθι ἐν ἡμέραις Ιωαθαμ καὶ Αχαζ καὶ Εζεκιου βασιλέων Ιουδα, ὑπὲρ ὧν εἶδεν περὶ Σαμαρείας καὶ περὶ Ιερουσαλημ.

A lament for Samaria & Jerusalem.

2 Ἀκούσατε, λαοί, λόγους, καὶ προσεχέτω ἡ γῆ καὶ πάντες οἱ ἐν αὐτῇ, καὶ ἔσται κύριος ἐν ὑμῖν εἰς μαρτύριον, κύριος ἐξ οἴκου ἁγίου αὐτοῦ· 3 διότι ἰδοὺ κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ καὶ καταβήσεται καὶ ἐπιβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς, 4 καὶ σαλευθήσεται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ, καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς καὶ ὡς ὕδωρ καταφερόμενον ἐν καταβάσει. 5 διὰ ἀσέβειαν Ιακωβ πάντα ταῦτα καὶ διὰ ἁμαρτίαν οἴκου Ισραηλ. τίς ἡ ἀσέβεια τοῦ Ιακωβ; οὐ Σαμάρεια; καὶ τίς ἡ ἁμαρτία οἴκου Ιουδα; οὐχὶ Ιερουσαλημ; 6 καὶ θήσομαι Σαμάρειαν εἰς ὀπωροφυλάκιον ἀγροῦ καὶ εἰς φυτείαν ἀμπελῶνος καὶ κατασπάσω εἰς χάος τοὺς λίθους αὐτῆς καὶ τὰ θεμέλια αὐτῆς ἀποκαλύψω· 7 καὶ πάντα τὰ γλυπτὰ αὐτῆς κατακόψουσιν καὶ πάντα τὰ μισθώματα αὐτῆς ἐμπρήσουσιν ἐν πυρί, καὶ πάντα τὰ εἴδωλα αὐτῆς θήσομαι εἰς ἀφανισμόν· διότι ἐκ μισθωμάτων πορνείας συνήγαγεν καὶ ἐκ μισθωμάτων πορνείας συνέστρεψεν. 8 Ἕνεκεν τούτου κόψεται καὶ θρηνήσει, πορεύσεται ἀνυπόδετος καὶ γυμνή, ποιήσεται κοπετὸν ὡς δρακόντων καὶ πένθος ὡς θυγατέρων σειρήνων· 9 ὅτι κατεκράτησεν ἡ πληγὴ αὐτῆς, διότι ἦλθεν ἕως Ιουδα καὶ ἥψατο ἕως πύλης λαοῦ μου, ἕως Ιερουσαλημ.

The enemy approaches Jerusalem.

10 οἱ ἐν Γεθ, μὴ μεγαλύνεσθε· οἱ ἐν Ακιμ, μὴ ἀνοικοδομεῖτε ἐξ οἴκου κατὰ γέλωτα, γῆν καταπάσασθε κατὰ γέλωτα ὑμῶν. 11 κατοικοῦσα καλῶς τὰς πόλεις αὐτῆς οὐκ ἐξῆλθεν κατοικοῦσα Σεννααν κόψασθαι οἶκον ἐχόμενον αὐτῆς, λήμψεται ἐξ ὑμῶν πληγὴν ὀδύνης. 12 τίς ἤρξατο εἰς ἀγαθὰ κατοικούσῃ ὀδύνας; ὅτι κατέβη κακὰ παρὰ κυρίου ἐπὶ πύλας Ιερουσαλημ, 13 ψόφος ἁρμάτων καὶ ἱππευόντων. κατοικοῦσα Λαχις, ἀρχηγὸς ἁμαρτίας αὐτή ἐστιν τῇ θυγατρὶ Σιων, ὅτι ἐν σοὶ εὑρέθησαν ἀσέβειαι τοῦ Ισραηλ. 14 διὰ τοῦτο δώσεις ἐξαποστελλομένους ἕως κληρονομίας Γεθ οἴκους ματαίους· εἰς κενὰ ἐγένετο τοῖς βασιλεῦσιν τοῦ Ισραηλ. 15 ἕως τοὺς κληρονόμους ἀγάγω σοι, κατοικοῦσα Λαχις κληρονομία, ἕως Οδολλαμ ἥξει ἡ δόξα τῆς θυγατρὸς Ισραηλ. 16 ξύρησαι καὶ κεῖραι ἐπὶ τὰ τέκνα τὰ τρυφερά σου, ἐμπλάτυνον τὴν χηρείαν σου ὡς ἀετός, ὅτι ᾐχμαλωτεύθησαν ἀπὸ σοῦ.
| Micah: 1 | >>  

Notes: This page displays the Old Testament in Greek according to the Septuagint (LXX)as flowing text. The katapi New Study Bible reference section has been incorporated into the page as follows: Links to parallel passages show below passage headings. Links to verses show after the verse number.
Links to passages/verses can in most cases be viewed within their context of the passage as a whole, with the quoted text displayed in bold font, coloured blue.
Any mismatches, truncated verses, other mistakes ?
Please e-mail me. © Paul Ingram 2006.