katapi New Study Bible - THE OLD TESTAMENT IN GREEK - according to the SEPTUAGINT (LXX)
katapi HOME ↑↓ LXX||BHS

ΙΩΝΑΣ

2

1 Καὶ προσέταξεν Κύριος κήτει μεγάλῳ καταπιεῖν τὸν Ιωναν· καὶ ἦν Ιωνας ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.

2 καὶ προσηύξατο Ιωνας πρὸς κύριον τὸν θεὸν αὐτοῦ ἐκ τῆς κοιλίας τοῦ κήτους 3 καὶ εἶπεν

Ἑβόησα ἐν θλίψει μου πρὸς κύριον τὸν θεόν μου, καὶ εἰς ήκουσέν μου·
ἐκ κοιλίας ᾅδου κραυγῆς μου ἤκουσας φωνῆς μου.
4 ἀπέρριψάς με εἰς βάθη καρδίας θαλάσσης,
καὶ ποταμοί με ἐκύκλωσαν·
πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ' ἐμὲ διῆλθον.
5 καὶ ἐγὼ εἶπα Ἀπῶσμαι ἐξ ὀφθαλμῶν σου·
ἆρα προσθήσω τοῦ ἐπιβλέψαι πρὸς τὸν ναὸν τὸν ἅγιόν σου;
6 περιεχύθη ὕδωρ μοι ἕως ψυχῆς,
ἄβυσσος ἐκύκλωσέν με ἐσχάτη,
ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων.
7 κατέβην εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι·
καὶ ἀναβήτω φθορὰ ζωῆς μου, Κύριε ὁ θεός μου.
8 ἐν τῷ ἐκλείπειν ἀπ' ἐμοῦ τὴν ψυχήν μου τοῦ κυρίου ἐμνήσθην,
καὶ ἔλθοι πρὸς σὲ ἡ προσευχή μου εἰς ναὸν ἅγιόν σου.
9 φυλασσόμενοι μάταια καὶ ψευδῆ
ἔλεος αὐτῶν ἐγκατέλιπον. 10 ἐγὼ δὲ μετὰ φωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοι·
ὅσα ηὐξάμην, ἀποδώσω σοι σωτηρίου τῷ κυρίῳ. 11 καὶ προσετάγη τῷ κήτει, καὶ ἐξέβαλεν τὸν Ιωναν ἐπὶ τὴν ξηράν.
<< | ΙΩΝΑΣ | Jonah: 2 | >>  

Notes: This page displays the Old Testament in Greek according to the Septuagint (LXX)as flowing text. The katapi New Study Bible reference section has been incorporated into the page as follows: Links to parallel passages show below passage headings. Links to verses show after the verse number.
Links to passages/verses can in most cases be viewed within their context of the passage as a whole, with the quoted text displayed in bold font, coloured blue.
Any mismatches, truncated verses, other mistakes ?
Please e-mail me. © Paul Ingram 2006.