katapi New Study Bible - THE OLD TESTAMENT IN GREEK - according to the SEPTUAGINT (LXX)
katapi HOME ↑↓ LXX||BHS

ΨΑΛΜΟΙ

111

1 Αλληλουια.

Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν κύριον,
ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα·
2 δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ,
γενεὰ εὐθείων εὐλογηθήσεται·
3 δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ,
καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
4 ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσιν·
ἐλεήμων καὶ οἰκτίρμων καὶ δίκαιος.
5 χρηστὸς ἀνὴρ ὁ οἰκτίρων καὶ κιχρῶν,
οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει·
6 ὅτι εἰς τὸν αἰῶνα οὐ σαλευθήσεται,
εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος.
7 ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται·
ἑτοίμη ἡ καρδία αὐτοῦ ἐλπίζειν ἐπὶ κύριον.
8 ἐστήρικται ἡ καρδία αὐτοῦ, οὐ μὴ φοβηθῇ,
ἕως οὗ ἐπίδῃ ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ
9 ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν·
ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος,
τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ.
10 ἁμαρτωλὸς ὄψεται καὶ ὀργισθήσεται,
τοὺς ὀδόντας αὐτοῦ βρύξει καὶ τακήσεται·
ἐπιθυμία ἁμαρτωλῶν ἀπολεῖται.
<< | ΨΑΛΜΟΙ | Psalms: 111 | >>  

Notes: This page displays the Old Testament in Greek according to the Septuagint (LXX)as flowing text. The katapi New Study Bible reference section has been incorporated into the page as follows: Links to parallel passages show below passage headings. Links to verses show after the verse number.
Links to passages/verses can in most cases be viewed within their context of the passage as a whole, with the quoted text displayed in bold font, coloured blue.
Any mismatches, truncated verses, other mistakes ?
Please e-mail me. © Paul Ingram 2006.