katapi New Study Bible - THE OLD TESTAMENT IN GREEK - according to the SEPTUAGINT (LXX)
katapi HOME ↑↓

ΣΟΦΙΑ ΣΕΙΡΑΧ

30

16 Περὶ βρωμάτων.
Οὐκ ἔστιν πλοῦτος βελτίων ὑγιείας σώματος,
καὶ οὐκ ἔστιν εὐφροσύνη ὑπὲρ χαρὰν καρδίας.
17 κρείσσων θάνατος ὑπὲρ ζωὴν πικρὰν,
καὶ ἀνάπαυσις αἰῶνος ἢ ἀρρώστημα ἔμμονον.
18 ἀγαθὰ ἐκκεχυμένα ἐπὶ στόματι κεκλεισμένῳ,
θέματα βρωμάτων παρακείμενα ἐπὶ τάφῳ.
19 τί συμφέρει κάρπωσις εἰδώλῳ;
οὔτε γὰρ ἔδεται οὔτε μὴ ὀσφρανθῇ·
οὕτως ὁ ἐκδιωκόμενος ὑπὸ Κυρίου.
20 βλέπων ἐν ὀφθαλμοῖς καὶ στενάζων
ὥσπερ εὐνοῦχος περιλαμβάνων παρθένον καὶ στενάζων.
21 Μὴ δῷς εἰς λύπην τὴν ψυχήν σου,
καὶ μὴ θλίψῃς σεαυτὸν ἐν βουλῇ σου.
22 εὐφροσύνη καρδίας ζωὴ ἀνθρώπου,
καὶ ἀγαλλίαμα ἀνδρὸς μακροημέρευσις.
23 ἀγάτα τὴν ψυχήν σου καὶ παρακάλει τὴν καρδίαν σου,
καὶ λύπην μακρὰν ἀπόστησον ἀπὸ σοῦ·
πολλοὺς γὰρ ἀπώλεσεν ἡ λύπη,
καὶ οὐκ ἔστιν ὠφέλεια ἐν αὐτῇ.
24 ζῆλος καὶ θυμὸς ἐλαττοῦσιν ἡμέρας,
καὶ πρὸ καιροῦ γῆρας ἄγει μέριμνα.
25 λαμπρὰ καρδία καὶ ἀγαθὴ ἐπὶ ἐδέσμασιν
τῶν βρωμάτων αὐτῆς ἐπιμελήσεται.

<< | ΣΟΦΙΑ ΣΕΙΡΑΧ | Ecclesiasticus: 30 | >>  

Notes: This page displays the Old Testament in Greek according to the Septuagint (LXX)as flowing text. The katapi New Study Bible reference section has been incorporated into the page as follows: Links to parallel passages show below passage headings. Links to verses show after the verse number.
Links to passages/verses can in most cases be viewed within their context of the passage as a whole, with the quoted text displayed in bold font, coloured blue.
Any mismatches, truncated verses, other mistakes ?
Please e-mail me. © Paul Ingram 2006.