|
| | Old Testament in Greek (Septuagint) |
: | The Septuagint in English (Brenton) |
|
|
|
Καὶ συνετέλεσεν Μωϋσῆς λαλῶν πάντας τοὺς λόγους τούτους πρὸς πάντας υἱοὺς Ισραηλ· | Appointment of Joshua. Dt.31.1-8Appointment of Joshua. Dt.31.1-8 | And Moses finished speaking all these words to all the children of Israel; |
|
|
καὶ εἶπεν πρὸς αὐτούς Ἑκατὸν καὶ εἴκοσι ἐτῶν ἐγώ εἰμι σήμερον, οὐ δυνήσομαι ἔτι εἰσπορεύεσθαι καὶ ἐκπορεύεσθαι, κύριος δὲ εἶπεν πρός με Οὐ διαβήσῃ τὸν Ιορδάνην τοῦτον. | | and said to them, I am this day a hundred and twenty years [old]; I shall not be able any longer to come in or go out; and the Lord said to me, You shall not go over this Jordan. |
|
|
κύριος ὁ θεός σου ὁ προπορευόμενος πρὸ προσώπου σου αὐτὸς ἐξολεθρεύσει τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου σου, καὶ κατακληρονομήσεις αὐτούς· καὶ Ἰησοῦς ὁ προπορευόμενος πρὸ προσώπου σου, καθὰ ἐλάλησεν κύριος. | | The Lord your God who goes before you, he shall destroy these nations before you, and you shall inherit them: and [it shall be] Joshua that goes before your face, as the Lord has spoken. |
|
|
καὶ ποιήσει κύριος αὐτοῖς καθὰ ἐποίησεν Σηων καὶ Ωγ, τοῖς δυσὶ βασιλεῦσιν τῶν Αμορραίων, οἳ ἦσαν πέραν τοῦ Ιορδάνου, καὶ τῇ γῇ αὐτῶν, καθότι ἐξωλέθρευσεν αὐτούς. | | And the Lord your God shall do to them as he did to Seon and Og the two kings of the Amorites, who were beyond Jordan, and to their land, as he destroyed them. |
|
|
καὶ παρέδωκεν αὐτοὺς κύριος ὑμῖν, καὶ ποιήσετε αὐτοῖς καθότι ἐνετειλάμην ὑμῖν. | | And the Lord has delivered them to you; and you shall do to them, as I charged you. |
|
|
ἀνδρίζου καὶ ἴσχυε, μὴ φοβοῦ μηδὲ δειλία μηδὲ πτοηθῇς ἀπὸ προσώπου αὐτῶν, ὅτι κύριος ὁ θεός σου ὁ προπορευόμενος μεθ' ὑμῶν ἐν ὑμῖν οὐ μή σε ἀνῇ οὔτε μή σε ἐγκαταλίπῃ. | | Be courageous and strong, fear not, neither be cowardly neither be afraid before them; for [it is] the Lord your God that advances with you in the midst of you, neither will he by any means forsake you, nor desert you. |
|
|
Καὶ ἐκάλεσεν Μωϋσῆς Ἰησοῦν καὶ εἶπεν αὐτῷ ἔναντι παντὸς Ισραηλ Ἀνδρίζου καὶ ἴσχυε· σὺ γὰρ εἰσελεύσῃ πρὸ προσώπου τοῦ λαοῦ τούτου εἰς τὴν γῆν, ἣν ὤμοσεν κύριος τοῖς πατράσιν ἡμῶν δοῦναι αὐτοῖς, καὶ σὺ κατακληρονομήσεις αὐτὴν αὐτοῖς· | | And Moses called Joshua, and said to him before all Israel, Be courageous and strong; for you shall go in before this people into the land which the Lord sware to your fathers to give to them, and you shall give it to them for an inheritance. |
|
|
καὶ κύριος ὁ συμπορευόμενος μετὰ σοῦ οὐκ ἀνήσει σε οὐδὲ μὴ ἐγκαταλίπῃ σε· μὴ φοβοῦ μηδὲ δειλία. | | And the Lord that goes with you shall not forsake you nor abandon you; fear not, neither be afraid. |