|
| | Old Testament in Greek (Septuagint) |
: | The Septuagint in English (Brenton) |
|
|
|
Δι ἑπτὰ ἐτῶν ποιήσεις ἄφεσιν. | The year of release. Dt.15.1-11The year of release. Dt.15.1-11 | Lv.25.1-7 | Every seven years you shall make a release. |
|
|
καὶ οὕτως τὸ πρόσταγμα τῆς ἀφέσεως· ἀφήσεις πᾶν χρέος ἴδιον, ὃ ὀφείλει σοι ὁ πλησίον, καὶ τὸν ἀδελφόν σου οὐκ ἀπαιτήσεις, ὅτι ἐπικέκληται ἄφεσις κυρίῳ τῷ θεῷ σου. | | And this [is] the ordinance of the release: you shall remit every private debt which your neighbour owes you, and you shall not ask payment of it from your brother; for it has been called a release to the Lord your God. |
|
|
τὸν ἀλλότριον ἀπαιτήσεις ὅσα ἐὰν ᾖ σοι παρ' αὐτῷ, τοῦ ἀδελφοῦ σου ἄφεσιν ποιήσεις τοῦ χρέους σου· | | Of a stranger you shall ask again whatsoever he has of thine, but to your brother you shall remit his debt to you. |
|
|
ὅτι οὐκ ἔσται ἐν σοὶ ἐνδεής, ὅτι εὐλογῶν εὐλογήσει σε κύριος ὁ θεός σου ἐν τῇ γῇ, ᾗ κύριος ὁ θεός σου δίδωσίν σοι ἐν κλήρῳ κατακληρονομῆσαι αὐτήν, | | For [thus] there shall not be a poor person in the midst of you, for the Lord your God will surely bless you in the land which the Lord your God gives you by inheritance, that you should inherit it. |
|
|
ἐὰν δὲ ἀκοῇ εἰσακούσητε τῆς φωνῆς κυρίου τοῦ θεοῦ ὑμῶν φυλάσσειν καὶ ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας, ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον. | | And if you shall indeed listen to the voice of the Lord your God, to keep and do all these commandments, as many as I charge you this day, |
|
|
ὅτι κύριος ὁ θεός σου εὐλόγησέν σε, ὃν τρόπον ἐλάλησέν σοι, καὶ δανιεῖς ἔθνεσιν πολλοῖς, σὺ δὲ οὐ δανιῇ, καὶ ἄρξεις σὺ ἐθνῶν πολλῶν, σοῦ δὲ οὐκ ἄρξουσιν. | | (for the Lord your God has blessed you in the way of which he spoke to you,) then you shall lend to many nations, but you shall not borrow; and you shall rule over many nations, but they shall not rule over you. |
|
|
Ἑὰν δὲ γένηται ἐν σοὶ ἐνδεὴς τῶν ἀδελφῶν σου ἐν μιᾷ τῶν πόλεων σου ἐν τῇ γῇ, ᾗ κύριος ὁ θεός σου δίδωσίν σοι, οὐκ ἀποστέρξεις τὴν καρδίαν σου οὐδ' οὐ μὴ συσφίγξῃς τὴν χεῖρά σου ἀπὸ τοῦ ἀδελφοῦ σου τοῦ ἐπιδεομένου· | | And if there shall be in the midst of you a poor [man] of your brethren in one of your cities in the land, which the Lord your God gives you, you shall not harden your heart, neither shall you by any means close up your hand from your brother who is in want. |
|
|
ἀνοίγων ἀνοίξεις τὰς χεῖράς σου αὐτῷ, δάνειον δανιεῖς αὐτῷ ὅσον ἐπιδέεται, καθ' ὅσον ἐνδεεῖται. | | You shall surely open your hands to him, and shall lend to him as much as he wants according to his need. |
|
|
πρόσεχε σεαυτῷ μὴ γένηται ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ σου, ἀνόμημα, λέγων Ἑγγίζει τὸ ἔτος τὸ ἕβδομον, ἔτος τῆς ἀφέσεως, καὶ πονηρεύσηται ὁ ὀφθαλμός σου τῷ ἀδελφῷ σου τῷ ἐπιδεομένῳ, καὶ οὐ δώσεις αὐτῷ, καὶ βοήσεται κατὰ σοῦ πρὸς κύριον, καὶ ἔσται ἐν σοὶ ἁμαρτία μεγάλη. | | Take heed to yourself that there be not a secret thing in your heart, an iniquity, saying, The seventh year, the year of release, draws nigh; and your eyou shall be evil to your brother that is in want, and you shall not give to him, and he shall cry against you to the Lord, and there shall be great sin in you. |
|
|
διδοὺς δώσεις αὐτῷ καὶ δάνειον δανιεῖς αὐτῷ ὅσον ἐπιδέεται, καὶ οὐ λυπηθήσῃ τῇ καρδίᾳ σου διδόντος σου αὐτῷ· ὅτι διὰ τὸ ῥῆμα τοῦτο εὐλογήσει σε κύριος ὁ θεός σου ἐν πᾶσιν τοῖς ἔργοις καὶ ἐν πᾶσιν, οὗ ἂν ἐπιβάλῃς τὴν χεῖρά σου. | | You shall surely give to him, and you shall lend him as much as he wants, according as he is in need; and you shall not grudge in your heart as you give to him, because on this account the Lord your God will bless you in all your works, and in all things on which you shall lay your hand. |
|
|
οὐ γὰρ μὴ ἐκλίπῃ ἐνδεὴς ἀπὸ τῆς γῆς· διὰ τοῦτο ἐγώ σοι ἐντέλλομαι ποιεῖν τὸ ῥῆμα τοῦτο λέγων Ἀνοίγων ἀνοίξεις τὰς χεῖράς σου τῷ ἀδελφῷ σου τῷ πένητι καὶ τῷ ἐπιδεομένῳ τῷ ἐπὶ τῆς γῆς σου. | | For the poor shall not fail off your land, therefore I charge you to do this thing, saying, You shall surely open your hands to your poor brother, and to him that is distressed upon your land. |