|
| | Old Testament in Greek (Septuagint) |
: | The Septuagint in English (Brenton) |
|
|
|
καὶ οὐκ ἠθελήσατε ἀναβῆναι καὶ ἠπειθήσατε τῷ ῥήματι κυρίου τοῦ θεοῦ ὑμῶν | | Yet you would not go up, but rebelled against the words of the Lord our God. |
|
|
καὶ διεγογγύζετε ἐν ταῖς σκηναῖς ὑμῶν καὶ εἴπατε Διὰ τὸ μισεῖν κύριον ἡμᾶς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου παραδοῦναι ἡμᾶς εἰς χεῖρας Αμορραίων ἐξολεθρεῦσαι ἡμᾶς. | | And you murmured in your tents, and said, Because the Lord hated us, he has brought us out of the land of Egypt to deliver us into the hands of the Amorites, to destroy us. |
|
|
ποῦ ἡμεῖς ἀναβαίνομεν; οἱ ἀδελφοὶ ὑμῶν ἀπέστησαν ὑμῶν τὴν καρδίαν λέγοντες Ἔθνος μέγα καὶ πολὺ καὶ δυνατώτερον ἡμῶν καὶ πόλεις μεγάλαι καὶ τετειχισμέναι ἕως τοῦ οὐρανοῦ, ἀλλὰ καὶ υἱοὺς γιγάντων ἑωράκαμεν ἐκεῖ. | | Whither do we go up? and your brethren drew away your heart, saying, [It is a] great nation and populous, and mightier than we; and [there are] cities great and walled up to heaven: moreover we saw there the sons of the giants. |
|
|
καὶ εἶπα πρὸς ὑμᾶς Μὴ πτήξητε μηδὲ φοβηθῆτε ἀπ' αὐτῶν· | | And I said to you, Fear not, neither be you afraid of them; |
|
|
κύριος ὁ θεὸς ὑμῶν ὁ προπορευόμενος πρὸ προσώπου ὑμῶν αὐτὸς συνεκπολεμήσει αὐτοὺς μεθ' ὑμῶν κατὰ πάντα, ὅσα ἐποίησεν ὑμῖν ἐν γῇ Αἰγύπτῳ | | the Lord your God who goes before your face, he shall fight against them together with you effectually, according to all that he wrought for you in the land of Egypt; |
|
|
καὶ ἐν τῇ ἐρήμῳ ταύτῃ, ἣν εἴδετε, ὡς ἐτροφοφόρησέν σε κύριος ὁ θεός σου, ὡς εἴ τις τροφοφορήσει ἄνθρωπος τὸν υἱὸν αὐτοῦ, κατὰ πᾶσαν τὴν ὁδόν, ἣν ἐπορεύθητε, ἕως ἤλθετε εἰς τὸν τόπον τοῦτον. | | and in this wilderness which you saw, by the way of the mountain of the Amorite; how the Lord your God will bear you as a nursling, as if any man should nurse his child, through all the way which you have gone until you came to this place. |
|
|
καὶ ἐν τῷ λόγῳ τούτῳ οὐκ ἐνεπιστεύσατε κυρίῳ τῷ θεῷ ὑμῶν, | | And in this matter you believed not the Lord our God, |
|
|
ὃς προπορεύεται πρότερος ὑμῶν ἐν τῇ ὁδῷ ἐκλέγεσθαι ὑμῖν τόπον ὁδηγῶν ὑμᾶς ἐν πυρὶ νυκτὸς δεικνύων ὑμῖν τὴν ὁδόν, καθ' ἣν πορεύεσθε ἐπ' αὐτῆς, καὶ ἐν νεφέλῃ ἡμέρας. | | who goes before you in the way to choose you a place, guiding you in fire by night, shewing you the way by which you go, and a cloud by day. |
|
|
καὶ ἤκουσεν κύριος τὴν φωνὴν τῶν λόγων ὑμῶν καὶ παροξυνθεὶς ὤμοσεν λέγων | Israel punished. Dt.1.34-45Israel punished. Dt.1.34-45 | Nu.14.20-45 | And the Lord heard the voice of your words, and being greatly provoked he sware, saying, |
|
|
Εἰ ὄψεταί τις τῶν ἀνδρῶν τούτων τὴν ἀγαθὴν ταύτην γῆν, ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν, | | Not one of these men shall see this good land, which I sware to their fathers, |
|
|
πλὴν Χαλεβ υἱὸς Ιεφοννη, οὗτος ὄψεται αὐτήν, καὶ τούτῳ δώσω τὴν γῆν, ἐφ' ἣν ἐπέβη, καὶ τοῖς υἱοῖς αὐτοῦ διὰ τὸ προσκεῖσθαι αὐτὸν τὰ πρὸς κύριον. | | except Chaleb the son of Jephonne, he shall see it; and to him I will give the land on which he went up, and to his sons, because he attended to the things of the Lord. |
|
|
καὶ ἐμοὶ ἐθυμώθη κύριος δι' ὑμᾶς λέγων Οὐδὲ σὺ οὐ μὴ εἰσέλθῃς ἐκεῖ· | | And the Lord was angry with me for your sake, saying, Neither shall you by any means enter therein. |
|
|
Ἰησοῦς υἱὸς Ναυη ὁ παρεστηκώς σοι, οὗτος εἰσελεύσεται ἐκεῖ· αὐτὸν κατίσχυσον, ὅτι αὐτὸς κατακληρονομήσει αὐτὴν τῷ Ισραηλ. | | Joshua the son of Naue, who stands by you, he shall enter in there; do you strengthen him, for he shall cause Israel to inherit it. |
|
|
καὶ πᾶν παιδίον νέον, ὅστις οὐκ οἶδεν σήμερον ἀγαθὸν ἢ κακόν, οὗτοι εἰσελεύσονται ἐκεῖ, καὶ τούτοις δώσω αὐτήν, καὶ αὐτοὶ κληρονομήσουσιν αὐτήν. | | And every young child who this day knows not good or evil,-- they shall enter therein, and to them I will give it, and they shall inherit it. |
|
|
καὶ ὑμεῖς ἐπιστραφέντες ἐστρατοπεδεύσατε εἰς τὴν ἔρημον ὁδὸν τὴν ἐπὶ τῆς ἐρυθρᾶς θαλάσσης. | | And you turned and marched into the wilderness, in the way by the Red Sea. |
|
|
καὶ ἀπεκρίθητέ μοι καὶ εἴπατε Ἡμάρτομεν ἔναντι κυρίου τοῦ θεοῦ ἡμῶν· ἡμεῖς ἀναβάντες πολεμήσομεν κατὰ πάντα, ὅσα ἐνετείλατο κύριος ὁ θεὸς ἡμῶν ἡμῖν. καὶ ἀναλαβόντες ἕκαστος τὰ σκεύη τὰ πολεμικὰ αὐτοῦ καὶ συναθροισθέντες ἀνεβαίνετε εἰς τὸ ὄρος. | | And you answered and said, We have sinned before the Lord our God; we will go up and fight according to all that the Lord our God has commanded us: and having taken every one his weapons of war, and being gathered together, you went up to the mountain. |
|
|
καὶ εἶπεν κύριος πρός με Εἰπὸν αὐτοῖς Οὐκ ἀναβήσεσθε οὐδὲ μὴ πολεμήσετε, οὐ γάρ εἰμι μεθ' ὑμῶν· καὶ οὐ μὴ συντριβῆτε ἐνώπιον τῶν ἐχθρῶν ὑμῶν. | | And the Lord said to me, Tell them, Ye shall not go up, neither shall you fight, for I am not with you; thus shall you not be destroyed before your enemies. |
|
|
καὶ ἐλάλησα ὑμῖν, καὶ οὐκ εἰσηκούσατέ μου καὶ παρέβητε τὸ ῥῆμα κυρίου καὶ παραβιασάμενοι ἀνέβητε εἰς τὸ ὄρος. | | And I spoke to you, and you did not listen to me; and you transgressed the commandment of the Lord; and you forced your way and went up into the mountain. |
|
|
καὶ ἐξῆλθεν ὁ Αμορραῖος ὁ κατοικῶν ἐν τῷ ὄρει ἐκείνῳ εἰς συνάντησιν ὑμῖν καὶ κατεδίωξαν ὑμᾶς, ὡς εἰ ποιήσαισαν αἱ μέλισσαι, καὶ ἐτίτρωσκον ὑμᾶς ἀπὸ Σηιρ ἕως Ερμα. | | And the Amorite who dwelt in that mountain came out to meet you, and pursued you as bees do, and wounded you from Seir to Herma. |
|
|
καὶ καθίσαντες ἐκλαίετε ἔναντι κυρίου, καὶ οὐκ εἰσήκουσεν κύριος τῆς φωνῆς ὑμῶν οὐδὲ προσέσχεν ὑμῖν. | | And you sat down and wept before the Lord our God, and the Lord listened not to your voice, neither did he take heed to you. |
|
|
καὶ ἐνεκάθησθε ἐν Καδης ἡμέρας πολλάς, ὅσας ποτὲ ἡμέρας ἐνεκάθησθε. | The years in the wilderness. Dt.1.46-2.25The years in the wilderness. Dt.1.46-2.25 | And you dwelt in Cades many days, as many days as you dwelt [there]. |
|
|
Καὶ ἐπιστραφέντες ἀπήραμεν εἰς τὴν ἔρημον ὁδὸν θάλασσαν ἐρυθράν, ὃν τρόπον ἐλάλησεν κύριος πρός με, καὶ ἐκυκλώσαμεν τὸ ὄρος τὸ Σηιρ ἡμέρας πολλάς. | | And we turned and departed into the wilderness, by the way of the Red Sea, as the Lord spoke to me, and we compassed mount Seir many days. |
|
|
καὶ εἶπεν κύριος πρός με | | And the Lord said to me, |
|
|
Ἱκανούσθω ὑμῖν κυκλοῦν τὸ ὄρος τοῦτο, ἐπιστράφητε οὖν ἐπὶ βορρᾶν· | | Ye have compassed this mount long enough; turn therefore toward the north. |
|
|
καὶ τῷ λαῷ ἔντειλαι λέγων Ὑμεῖς παραπορεύεσθε διὰ τῶν ὁρίων τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ησαυ, οἳ κατοικοῦσιν ἐν Σηιρ, καὶ φοβηθήσονται ὑμᾶς καὶ εὐλαβηθήσονται ὑμᾶς σφόδρα. | | And charge the people, saying, Ye are going through the borders of your brethren the children of Esau, who dwell in Seir; and they shall fear you, and dread you greatly. |
|
|
μὴ συνάψητε πρὸς αὐτοὺς πόλεμον· οὐ γὰρ μὴ δῶ ὑμῖν ἀπὸ τῆς γῆς αὐτῶν οὐδὲ βῆμα ποδός, ὅτι ἐν κλήρῳ δέδωκα τοῖς υἱοῖς Ησαυ τὸ ὄρος τὸ Σηιρ. | | Do not engage in war against them, for I will not give you of their land even enough to set your foot upon, for I have given mount Seir to the children of Esau as an inheritance. |
|
|
βρώματα ἀργυρίου ἀγοράσατε παρ' αὐτῶν καὶ φάγεσθε καὶ ὕδωρ μέτρῳ λήμψεσθε παρ' αὐτῶν ἀργυρίου καὶ πίεσθε. | | Buy food of them for money and eat, and you shall receive water of them by measure for money, and drink. |
|
|
ὁ γὰρ κύριος ὁ θεὸς ἡμῶν εὐλόγησέν σε ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου· διάγνωθι πῶς διῆλθες τὴν ἔρημον τὴν μεγάλην καὶ τὴν φοβερὰν ἐκείνην· ἰδοὺ τεσσαράκοντα ἔτη κύριος ὁ θεός σου μετὰ σοῦ, οὐκ ἐπεδεήθης ῥήματος. - | | For the Lord our God has blessed you in every work of your hands. Consider how you went through that great and terrible wilderness: behold, the Lord your God [has been] with you forty years; you did not lack any thing. |
|
|
καὶ παρήλθομεν τοὺς ἀδελφοὺς ἡμῶν υἱοὺς Ησαυ τοὺς κατοικοῦντας ἐν Σηιρ παρὰ τὴν ὁδὸν τὴν Αραβα ἀπὸ Αιλων καὶ ἀπὸ Γασιωνγαβερ καὶ ἐπιστρέψαντες παρήλθομεν ὁδὸν ἔρημον Μωαβ. | | And we passed by our brethren the children of Esau, who dwelt in Seir, by the way of Araba from Aelon and from Gesion Gaber; and we turned and passed by the way of the desert of Moab. |
|
|
καὶ εἶπεν κύριος πρός με Μὴ ἐχθραίνετε τοῖς Μωαβίταις καὶ μὴ συνάψητε πρὸς αὐτοὺς πόλεμον· οὐ γὰρ μὴ δῶ ὑμῖν ἀπὸ τῆς γῆς αὐτῶν ἐν κλήρῳ, τοῖς γὰρ υἱοῖς Λωτ δέδωκα τὴν Σηιρ κληρονομεῖν. | | And the Lord said to me, Do not you quarrel with the Moabites, and do not engage in war with them; for I will not give you of their land for an inheritance, for I have given Aroer to the children of Lot to inherit. |
|
|
οἱ Ομμιν πρότεροι ἐνεκάθηντο ἐπ' αὐτῆς, ἔθνος μέγα καὶ πολὺ καὶ ἰσχύοντες ὥσπερ οἱ Ενακιμ· | | Formerly the Ommin dwelt in it, a great and numerous nation and powerful, like the Enakim. |
|
|
Ραφαιν λογισθήσονται καὶ οὗτοι ὥσπερ οἱ Ενακιμ, καὶ οἱ Μωαβῖται ἐπονομάζουσιν αὐτοὺς Ομμιν. | | These also shall be accounted Raphain like the Enakim; and the Moabites call them Ommin. |
|
|
καὶ ἐν Σηιρ ἐνεκάθητο ὁ Χορραῖος πρότερον, καὶ υἱοὶ Ησαυ ἀπώλεσαν αὐτοὺς καὶ ἐξέτριψαν αὐτοὺς ἀπὸ προσώπου αὐτῶν καὶ κατῳκίσθησαν ἀντ αὐτῶν, ὃν τρόπον ἐποίησεν Ισραηλ τὴν γῆν τῆς κληρονομίας αὐτοῦ, ἣν δέδωκεν κύριος αὐτοῖς. | | And the Chorrhite dwelt in Seir before, and the sons of Esau destroyed them, and utterly consumed them from before them; and they dwelt in their place, as Israel did to the land of his inheritance, which the Lord gave to them. |
|
|
νῦν οὖν ἀνάστητε καὶ ἀπάρατε ὑμεῖς καὶ παραπορεύεσθε τὴν φάραγγα Ζαρετ. καὶ παρήλθομεν τὴν φάραγγα Ζαρετ. | | Now then, arise, [said I], and depart, and cross the valley of Zaret. |
|
|
καὶ αἱ ἡμέραι, ἃς παρεπορεύθημεν ἀπὸ Καδης Βαρνη ἕως οὗ παρήλθομεν τὴν φάραγγα Ζαρετ, τριάκοντα καὶ ὀκτὼ ἔτη, ἕως οὗ διέπεσεν πᾶσα γενεὰ ἀνδρῶν πολεμιστῶν ἀποθνῄσκοντες ἐκ τῆς παρεμβολῆς, καθότι ὤμοσεν αὐτοῖς ὁ θεός· | | And the days in which we traveled from Cades Barne till we crossed the valley of Zaret, [were] thirty and eight years, until the whole generation of the men of war failed, dying out of the camp, as the Lord God sware to them. |
|
|
καὶ ἡ χεὶρ τοῦ θεοῦ ἦν ἐπ' αὐτοῖς ἐξαναλῶσαι αὐτοὺς ἐκ τῆς παρεμβολῆς, ἕως οὗ διέπεσαν. - | | And the hand of the Lord was upon them to destroy them out of the midst of the camp, until they were consumed. |
|
|
καὶ ἐγενήθη ἐπεὶ διέπεσαν πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ ἀποθνῄσκοντες ἐκ μέσου τοῦ λαοῦ, | | And it came to pass when all the men of war dying out of the midst of the people had fallen, |
|
|
καὶ ἐλάλησεν κύριος πρός με λέγων | | that the Lord spoke to me, saying, |
|
|
Σὺ παραπορεύσῃ σήμερον τὰ ὅρια Μωαβ τὴν Σηιρ | | You shall pass over this day the borders of Moab to Aroer; |
|
|
καὶ προσάξετε ἐγγὺς υἱῶν Αμμαν· μὴ ἐχθραίνετε αὐτοῖς καὶ μὴ συνάψητε αὐτοῖς εἰς πόλεμον· οὐ γὰρ μὴ δῶ ἀπὸ τῆς γῆς υἱῶν Αμμαν σοὶ ἐν κλήρῳ, ὅτι τοῖς υἱοῖς Λωτ δέδωκα αὐτὴν ἐν κλήρῳ. | | and you shall draw nigh to the children of Amman: do not quarrel with them, nor wage war with them; for I will not give you of the land of the children of Amman for an inheritance, because I have given it to the children of Lot for an inheritance. |
|
|
γῆ Ραφαιν λογισθήσεται· καὶ γὰρ ἐπ' αὐτῆς κατῴκουν οἱ Ραφαιν τὸ πρότερον, καὶ οἱ Αμμανῖται ὀνομάζουσιν αὐτοὺς Ζομζομμιν, | | It shall be accounted a land of Raphain, for the Raphain dwelt there before, and the Ammanites call them Zochommin. |
|
|
ἔθνος μέγα καὶ πολὺ καὶ δυνατώτερον ὑμῶν ὥσπερ οἱ Ενακιμ, καὶ ἀπώλεσεν αὐτοὺς κύριος πρὸ προσώπου αὐτῶν, καὶ κατεκληρονόμησαν καὶ κατῳκίσθησαν ἀντ αὐτῶν ἕως τῆς ἡμέρας ταύτης· | | A great nation and populous, and mightier than you, as also the Enakim: yet the Lord destroyed them from before them, and they inherited [their land], and they dwelt [there] instead of them until this day. |
|
|
ὥσπερ ἐποίησαν τοῖς υἱοῖς Ησαυ τοῖς κατοικοῦσιν ἐν Σηιρ, ὃν τρόπον ἐξέτριψαν τὸν Χορραῖον ἀπὸ προσώπου αὐτῶν καὶ κατεκληρονόμησαν καὶ κατῳκίσθησαν ἀντ αὐτῶν ἕως τῆς ἡμέρας ταύτης· | | As they did to the children of Esau that dwell in Seir, even as they destroyed the Chorrhite from before them, and inherited their country, and dwelt [therein] instead of them until this day. |
|
|
καὶ οἱ Ευαῖοι οἱ κατοικοῦντες ἐν ασηρωθ ἕως Γάζης, καὶ οἱ Καππάδοκες οἱ ἐξελθόντες ἐκ Καππαδοκίας ἐξέτριψαν αὐτοὺς καὶ κατῳκίσθησαν ἀντ αὐτῶν. | | And the Evites who dwell in Asedoth to Gaza, and the Cappadocians who came out of Cappadocia, destroyed them, and dwelt in their room. |
|
|
νῦν οὖν ἀνάστητε καὶ ἀπάρατε καὶ παρέλθατε ὑμεῖς τὴν φάραγγα Αρνων· ἰδοὺ παραδέδωκα εἰς τὰς χεῖράς σου τὸν Σηων βασιλέα Εσεβων τὸν Αμορραῖον καὶ τὴν γῆν αὐτοῦ· ἐνάρχου κληρονομεῖν, σύναπτε πρὸς αὐτὸν πόλεμον. | | Now then arise and depart, and pass over the valley of Arnon: behold, I have delivered into your hands Seon the king of Esebon the Amorite, and his land: begin to inherit [it]: engage in war with him this day. |
|
|
ἐν τῇ ἡμέρᾳ ταύτῃ ἐνάρχου δοῦναι τὸν τρόμον σου καὶ τὸν φόβον σου ἐπὶ πρόσωπον πάντων τῶν ἐθνῶν τῶν ὑποκάτω τοῦ οὐρανοῦ, οἵτινες ἀκούσαντες τὸ ὄνομά σου ταραχθήσονται καὶ ὠδῖνας ἕξουσιν ἀπὸ προσώπου σου. | | Begin to put your terror and your fear on the face of all the nations under heaven, who shall be troubled when they have heard your name, and shall be in anguish before you. |
|
|
Καὶ ἀπέστειλα πρέσβεις ἐκ τῆς ἐρήμου Κεδαμωθ πρὸς Σηων βασιλέα Εσεβων λόγοις εἰρηνικοῖς λέγων | Victory over the Amorites: Sihon. Dt.2.26-37Victory over the Amorites: Sihon. Dt.2.26-37 | Nu.21.21-30 | And I sent ambassadors from the wilderness of Kedamoth to Seon king of Esebon with peaceable words, saying, |
|
|
Παρελεύσομαι διὰ τῆς γῆς σου· ἐν τῇ ὁδῷ παρελεύσομαι, οὐχὶ ἐκκλινῶ δεξιὰ οὐδὲ ἀριστερά· | | I will pass through your land: I will go by the road, I will not turn aside to the right hand or to the left. |
|
|
βρώματα ἀργυρίου ἀποδώσῃ μοι, καὶ φάγομαι, καὶ ὕδωρ ἀργυρίου ἀποδώσῃ μοι, καὶ πίομαι· πλὴν ὅτι παρελεύσομαι τοῖς ποσίν, | | You shall give me food for money, and I will eat; and you shall give me water for money, and I will drink; I will only go through on my feet: |
|
|
καθὼς ἐποίησάν μοι οἱ υἱοὶ Ησαυ οἱ κατοικοῦντες ἐν Σηιρ καὶ οἱ Μωαβῖται οἱ κατοικοῦντες ἐν Αροηρ, ἕως παρέλθω τὸν Ιορδάνην εἰς τὴν γῆν, ἣν κύριος ὁ θεὸς ἡμῶν δίδωσιν ἡμῖν. | | as the sons of Esau did to me, who dwelt in Seir, and the Moabites who dwelt in Aroer, until I shall have passed Jordan into the land which the Lord our God gives us. |
|
|
καὶ οὐκ ἠθέλησεν Σηων βασιλεὺς Εσεβων παρελθεῖν ἡμᾶς δι' αὐτοῦ, ὅτι ἐσκλήρυνεν κύριος ὁ θεὸς ἡμῶν τὸ πνεῦμα αὐτοῦ καὶ κατίσχυσεν τὴν καρδίαν αὐτοῦ, ἵνα παραδοθῇ εἰς τὰς χεῖράς σου ὡς ἐν τῇ ἡμέρᾳ ταύτῃ. | | And Seon king of Esebon would not that we should pass by him, because the Lord our God hardened his spirit, and made his heart stubborn, that he might be delivered into your hands, as on this day. |
|
|
καὶ εἶπεν κύριος πρός με Ἰδοὺ ἦργμαι παραδοῦναι πρὸ προσώπου σου τὸν Σηων βασιλέα Εσεβων τὸν Αμορραῖον καὶ τὴν γῆν αὐτοῦ· ἔναρξαι κληρονομῆσαι τὴν γῆν αὐτοῦ. | | And the Lord said to me, Behold, I have begun to deliver before you Seon the king of Esebon the Amorite, and his land, and you [shall] begin to inherit his land. |
|
|
καὶ ἐξῆλθεν Σηων βασιλεὺς Εσεβων εἰς συνάντησιν ἡμῖν, αὐτὸς καὶ πᾶς ὁ λαὸς αὐτοῦ, εἰς πόλεμον Ιασσα. | | And Seon the king of Esebon came forth to meet us, he and all his people to war at Jassa. |
|
|
καὶ παρέδωκεν αὐτὸν κύριος ὁ θεὸς ἡμῶν πρὸ προσώπου ἡμῶν, καὶ ἐπατάξαμεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ | | And the Lord our God delivered him before our face, and we smote him, and his sons, and all his people. |
|
|
καὶ ἐκρατήσαμεν πασῶν τῶν πόλεων αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ καὶ ἐξωλεθρεύσαμεν πᾶσαν πόλιν ἑξῆς καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν, οὐ κατελίπομεν ζωγρείαν· | | And we took possession of all his cities at that time, and we utterly destroyed every city in succession, and their wives, and their children; we left no living prey. |
|
|
πλὴν τὰ κτήνη ἐπρονομεύσαμεν καὶ τὰ σκῦλα τῶν πόλεων ἐλάβομεν. | | Only we took the cattle captive, and took the spoil of the cities. |
|
|
ἐξ Αροηρ, ἥ ἐστιν παρὰ τὸ χεῖλος χειμάρρου Αρνων, καὶ τὴν πόλιν τὴν οὖσαν ἐν τῇ φάραγγι καὶ ἕως ὄρους τοῦ Γαλααδ οὐκ ἐγενήθη πόλις, ἥτις διέφυγεν ἡμᾶς, τὰς πάσας παρέδωκεν κύριος ὁ θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν· | | From Aroer, which is by the brink of the brook of Arnon, and the city wich is in the valley, and as far as the mount of Galaad; there was not a city which escaped us: the Lord our God delivered all of them into our hands. |
|
|
πλὴν εἰς γῆν υἱῶν Αμμων οὐ προσήλθομεν, πάντα τὰ συγκυροῦντα χειμάρρου Ιαβοκ καὶ τὰς πόλεις τὰς ἐν τῇ ὀρεινῇ, καθότι ἐνετείλατο ἡμῖν κύριος ὁ θεὸς ἡμῶν. - | | Only we did not draw near to the children of Amman, even all the parts bordering on the brook Jaboc, and the cities in the mountain country, as the Lord our God charged us. |
|
|
καὶ ἐπιστραφέντες ἀνέβημεν ὁδὸν τὴν εἰς Βασαν, καὶ ἐξῆλθεν Ωγ βασιλεὺς τῆς Βασαν εἰς συνάντησιν ἡμῖν, αὐτὸς καὶ πᾶς ὁ λαὸς αὐτοῦ, εἰς πόλεμον εἰς Εδραιν. | Victory over the Amorites: Og. Dt.3.1-11Victory over the Amorites: Og. Dt.3.1-11 | Nu.21.31-35 | And we turned and went by the way leading to Basan; and Og the king of Basan came out to meet us, he and all his people, to battle at Edraim. |
|
|
καὶ εἶπεν κύριος πρός με Μὴ φοβηθῇς αὐτόν, ὅτι εἰς τὰς χεῖράς σου παραδέδωκα αὐτὸν καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ πᾶσαν τὴν γῆν αὐτοῦ, καὶ ποιήσεις αὐτῷ ὥσπερ ἐποίησας Σηων βασιλεῖ τῶν Αμορραίων, ὃς κατῴκει ἐν Εσεβων. | | And the Lord said to me, Fear him not, for I have delivered him, and all his people, and all his land, into your hands; and you shall do to him as you did to Seon king of the Amorites who dwelt in Esebon. |
|
|
καὶ παρέδωκεν αὐτὸν κύριος ὁ θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν, καὶ τὸν Ωγ βασιλέα τῆς Βασαν καὶ πάντα τὸν λαὸν αὐτοῦ, καὶ ἐπατάξαμεν αὐτὸν ἕως τοῦ μὴ καταλιπεῖν αὐτοῦ σπέρμα. | | And the Lord our God delivered him into our hands, even Og the king of Basan, and all his people; and we smote him until we left none of his seed. |
|
|
καὶ ἐκρατήσαμεν πασῶν τῶν πόλεων αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ, οὐκ ἦν πόλις, ἣν οὐκ ἐλάβομεν παρ' αὐτῶν, ἑξήκοντα πόλεις, πάντα τὰ περίχωρα Αργοβ βασιλείας Ωγ ἐν Βασαν, | | And we mastered all his cities at that time; there was not a city which we took not from them; sixty cities, all the country round about Argob, belonging to king Og in Basan: |
|
|
πᾶσαι πόλεις ὀχυραί, τείχη ὑψηλά, πύλαι καὶ μοχλοί, πλὴν τῶν πόλεων τῶν Φερεζαίων τῶν πολλῶν σφόδρα. | | all strong cities, lofty walls, gates and bars; besides the very many cities of the Pherezites. |
|
|
ἐξωλεθρεύσαμεν αὐτούς, ὥσπερ ἐποιήσαμεν τὸν Σηων βασιλέα Εσεβων, καὶ ἐξωλεθρεύσαμεν πᾶσαν πόλιν ἑξῆς καὶ τὰς γυναῖκας καὶ τὰ παιδία· | | We utterly destroyed [them] as we dealt with Seon the king of Esebon, so we utterly destroyed every city in order, and the women and the children, |
|
|
καὶ πάντα τὰ κτήνη καὶ τὰ σκῦλα τῶν πόλεων ἐπρονομεύσαμεν ἑαυτοῖς. | | and all the cattle; and we took for a prey to ourselves the spoil of the cities. |
|
|
Καὶ ἐλάβομεν ἐν τῷ καιρῷ ἐκείνῳ τὴν γῆν ἐκ χειρῶν δύο βασιλέων τῶν Αμορραίων, οἳ ἦσαν πέραν τοῦ Ιορδάνου ἀπὸ τοῦ χειμάρρου Αρνων καὶ ἕως Αερμων | | And we took at that time the land out of the hands of the two kings of the Amorites, who were beyond Jordan, [extending] from the brook of Arnon even to Aermon. |
|
|
οἱ Φοίνικες ἐπονομάζουσιν τὸ Αερμων Σανιωρ, καὶ ὁ Αμορραῖος ἐπωνόμασεν αὐτὸ Σανιρ, | | The Phoenicians call Aermon Sanior, but the Amorite has called it Sanir. |
|
|
πᾶσαι πόλεις Μισωρ καὶ πᾶσα Γαλααδ καὶ πᾶσα Βασαν ἕως Σελχα καὶ Εδραιν, πόλεις βασιλείας τοῦ Ωγ ἐν τῇ Βασαν. | | All the cities of Misor, and all Galaad, and all Basan as far as Elcha and Edraim, cities of the kingdom of Og in Basan. |
|
|
ὅτι πλὴν Ωγ βασιλεὺς Βασαν κατελείφθη ἀπὸ τῶν Ραφαιν· ἰδοὺ ἡ κλίνη αὐτοῦ κλίνη σιδηρᾶ, ἰδοὺ αὕτη ἐν τῇ ἄκρᾳ τῶν υἱῶν Αμμων, ἐννέα πηχῶν τὸ μῆκος αὐτῆς καὶ τεσσάρων πηχῶν τὸ εὖρος αὐτῆς ἐν πήχει ἀνδρός. | | For only Og the king of Basan was left of the Raphain: behold, his bed [was] a bed of iron; behold, [it is] in the chief city of the children of Ammon; the length of it [is] nine cubits, and the breadth of it four cubits, according to the cubit of a man. |