|
| | Old Testament in Greek (Septuagint) |
: | The Septuagint in English (Brenton) |
|
|
|
Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων | The tabernacle craftsmen. Ex.31.1-11The tabernacle craftsmen. Ex.31.1-11 | Ex.35.30-36.1 | And the Lord spoke to Moses, saying, |
|
|
Ἰδοὺ ἀνακέκλημαι ἐξ ὀνόματος τὸν Βεσελεηλ τὸν τοῦ Ουριου τὸν Ωρ τῆς φυλῆς Ιουδα | | Behold, I have called by name Beseleel the son of Urias the son of Or, of the tribe of Juda. |
|
|
καὶ ἐνέπλησα αὐτὸν πνεῦμα θεῖον σοφίας καὶ συνέσεως καὶ ἐπιστήμης ἐν παντὶ ἔργῳ | | And I have filled him [with] a divine spirit of wisdom, and understanding, and knowledge, to invent in every work, |
|
|
διανοεῖσθαι καὶ ἀρχιτεκτονῆσαι ἐργάζεσθαι τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ τὸν χαλκὸν καὶ τὴν ὑάκινθον καὶ τὴν πορφύραν καὶ τὸ κόκκινον τὸ νηστὸν καὶ τὴν βύσσον τὴν κεκλωσμένην | | and to frame works, to labour in gold, and silver, and brass, and blue, and purple, and spun scarlet, |
|
|
καὶ τὰ λιθουργικὰ καὶ εἰς τὰ ἔργα τὰ τεκτονικὰ τῶν ξύλων ἐργάζεσθαι κατὰ πάντα τὰ ἔργα. | | and works in stone, and for artificers' work in wood, to work at all works. |
|
|
καὶ ἐγὼ ἔδωκα αὐτὸν καὶ τὸν Ελιαβ τὸν τοῦ Αχισαμαχ ἐκ φυλῆς Δαν καὶ παντὶ συνετῷ καρδίᾳ δέδωκα σύνεσιν, καὶ ποιήσουσιν πάντα, ὅσα σοι συνέταξα, | | And I have appointed him and Eliab the [son] of Achisamach of the tribe of Dan, and to every one understanding in heart I have given understanding; and they shall make all things as many as I have appointed you,-- |
|
|
τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὴν κιβωτὸν τῆς διαθήκης καὶ τὸ ἱλαστήριον τὸ ἐπ' αὐτῆς καὶ τὴν διασκευὴν τῆς σκηνῆς | | the tabernacle of witness, and the ark of the covenant, and the propitiatory that is upon it, and the furniture of the tabernacle, |
|
|
καὶ τὰ θυσιαστήρια καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ τὴν λυχνίαν τὴν καθαρὰν καὶ πάντα τὰ σκεύη αὐτῆς | | and the altars, and the table and all its furniture, |
|
|
καὶ τὸν λουτῆρα καὶ τὴν βάσιν αὐτοῦ | | and the pure candlestick and all its furniture, and the laver and its base, |
|
|
καὶ τὰς στολὰς τὰς λειτουργικὰς Ααρων καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ ἱερατεύειν μοι | | and Aaron's robes of ministry, and the robes of his sons to minister to me as priests, |
|
|
καὶ τὸ ἔλαιον τῆς χρίσεως καὶ τὸ θυμίαμα τῆς συνθέσεως τοῦ ἁγίου· κατὰ πάντα, ὅσα ἐγὼ ἐνετειλάμην σοι, ποιήσουσιν. | | and the anointing oil and the compound incense of the sanctuary; according to all that I have commanded you shall they make them. |