|
| | Old Testament in Greek (Septuagint) |
: | The Septuagint in English (Brenton) |
|
|
|
Καὶ ἐλάλησεν Kύριος πρὸς Μωυσῆν λέγων | Offerings. Ex.25.1-9Offerings. Ex.25.1-9 | Ex.35.4-9 | And the Lord spoke to Moses, saying, |
|
|
Εἰπὸν τοῖς υἱοῖς Ισραηλ, καὶ λάβετέ μοι ἀπαρχὰς παρὰ πάντων, οἷς ἂν δόξῃ τῇ καρδίᾳ, καὶ λήμψεσθε τὰς ἀπαρχάς μου. | | Speak to the children of Israel, and take first-fruits of all, who may be disposed in their heart to give; and you shall take my first-fruits. |
|
|
καὶ αὕτη ἐστὶν ἡ ἀπαρχή, ἣν λήμψεσθε παρ' αὐτῶν· χρυσίον καὶ ἀργύριον καὶ χαλκὸν | | And this is the offering which you shall take of them; gold and silver and brass, |
|
|
καὶ ὑάκινθον καὶ πορφύραν καὶ κόκκινον διπλοῦν καὶ βύσσον κεκλωσμένην καὶ τρίχας αἰγείας | | and blue, and purple, and double scarlet, and fine spun linen, and goats' hair, |
|
|
καὶ δέρματα κριῶν ἠρυθροδανωμένα καὶ δέρματα ὑακίνθινα καὶ ξύλα ἄσηπτα, | | and rams' skins dyed red, and blue skins, and incorruptible wood, |
|
|
καὶ λίθους σαρδίου καὶ λίθους εἰς τὴν γλυφὴν εἰς τὴν ἐπωμίδα καὶ τὸν ποδήρη. | | and oil for the light, incense for anointing oil, and for the composition of incense, |
|
|
καὶ ποιήσεις μοι ἁγίασμα, καὶ ὀφθήσομαι ἐν ὑμῖν· | | and sardius stones, and stones for the carved work of the breast-plate, and the full-length robe. |
|
|
καὶ ποιήσεις μοι κατὰ πάντα, ὅσα ἐγώ σοι δεικνύω ἐν τῷ ὄρει, τὸ παράδειγμα τῆς σκηνῆς καὶ τὸ παράδειγμα πάντων τῶν σκευῶν αὐτῆς· οὕτω ποιήσεις. | | And you shall make me a sanctuary, and I will appear among you. |
|
|
Καὶ ποιήσεις κιβωτὸν μαρτυρίου ἐκ ξύλων ἀσήπτων, δύο πήχεων καὶ ἡμίσους τὸ μῆκος καὶ πήχεος καὶ ἡμίσους τὸ πλάτος καὶ πήχεος καὶ ἡμίσους τὸ ὕψος. | | And you shall make for me according to all things which I shew you in the mountain; even the pattern of the tabernacle, and the pattern of all its furniture: so shall you make it. |