| Old Testament in Greek (Septuagint) | : | The Septuagint in English (Brenton) | |
| Αλληλουια. Ἑξομολογεῖσθε τῷ κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνομα αὐτοῦ, | God & His People. Psalm 105(v104)God & His People. Psalm 105(v104) | ||
| ᾄσατε αὐτῷ καὶ ψάλατε αὐτῷ, διηγήσασθε πάντα τὰ θαυμάσια αὐτοῦ. | |||
| ἐπαινεῖσθε ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ, εὐφρανθήτω καρδία ζητούντων τὸν κύριον· | |||
| ζητήσατε τὸν κύριον καὶ κραταιώθητε, ζητήσατε τὸ πρόσωπον αὐτοῦ διὰ παντός. | |||
| μνήσθητε τῶν θαυμασίων αὐτοῦ, ὧν ἐποίησεν, τὰ τέρατα αὐτοῦ καὶ τὰ κρίματα τοῦ στόματος αὐτοῦ, | |||
| σπέρμα Αβρααμ δοῦλοι αὐτοῦ, υἱοὶ Ιακωβ ἐκλεκτοὶ αὐτοῦ. | |||
| αὐτὸς κύριος ὁ θεὸς ἡμῶν, ἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ. | |||
| ἐμνήσθη εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ, λόγου οὗ ἐνετείλατο εἰς χιλίας γενεάς, | |||
| ὃν διέθετο τῷ Αβρααμ, καὶ τοῦ ὅρκου αὐτοῦ τῷ Ισαακ | |||
| καὶ ἔστησεν αὐτὴν τῷ Ιακωβ εἰς πρόσταγμα καὶ τῷ Ισραηλ διαθήκην αἰώνιον, | |||
| λέγων Σοὶ δώσω τὴν γῆν Χανααν, σχοίνισμα κληρονομίας ὑμῶν. | |||
| ἐν τῷ εἶναι αὐτοὺς ἀριθμῷ βραχεῖς, ὀλιγοστοὺς καὶ παροίκους ἐν αὐτῇ | |||
| καὶ διῆλθον ἐξ ἔθνους εἰς ἔθνος, ἐκ βασιλείας εἰς λαὸν ἕτερον· | |||
| οὐκ ἀφῆκεν ἄνθρωπον ἀδικῆσαι αὐτοὺς, καὶ ἤλεγξεν ὑπὲρ αὐτῶν βασιλεῖς | |||
| Μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε. | |||