katapi New Study Bible - OLD TESTAMENT in Greek || English Brenton-Revised Standard Version

katapi HOME | DB1 | | The Lord, King & Judge. Psalm 96(v95) | Lxx Contents | notes

 Old Testament in Greek (Septuagint) : The Septuagint in English (Brenton)

Ὅτε ὁ οἶκος ᾠκοδομεῖτο μετὰ τὴν αἰχμα λωσίαν· ᾠδὴ τῷ Δαυιδ.

Ἄισατε τῷ κυρίῳ ᾆσμα καινόν,
ᾄσατε τῷ κυρίῳ, πᾶσα ἡ γῆ·

The Lord, King & Judge. Psalm 96(v95)The Lord, King & Judge. Psalm 96(v95)
ᾄσατε τῷ κυρίῳ, εὐλογήσατε τὸ ὄνομα αὐτοῦ,
εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ·
  
ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν τὴν δόξαν αὐτοῦ,
ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ.
  
ὅτι μέγας κύριος καὶ αἰνετὸς σφόδρα,
φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς·
  
ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια,
ὁ δὲ κύριος τοὺς οὐρανοὺς ἐποίησεν·
  
ἐξομολόγησις καὶ ὡραιότης ἐνώπιον αὐτοῦ,
ἁγιωσύνη καὶ μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι αὐτοῦ.
  
ἐνέγκατε τῷ κυρίῳ, αἱ πατριαὶ τῶν ἐθνῶν,
ἐνέγκατε τῷ κυρίῳ δόξαν καὶ τιμήν·
  
ἐνέγκατε τῷ κυρίῳ δόξαν ὀνόματι αὐτοῦ,
ἄρατε θυσίας καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτοῦ·
  
προσκυνήσατε τῷ κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ,
σαλευθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ.
  
εἴπατε ἐν τοῖς ἔθνεσιν Ὁ κύριος ἐβασίλευσεν,
καὶ γὰρ κατώρθωσεν τὴν οἰκουμένην,
ἥτις οὐ σαλευθήσεται, κρινεῖ λαοὺς ἐν εὐθύτητι.
  
εὐφραινέσθωσαν οἱ οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ,
σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς·
  
χαρήσεται τὰ πεδία καὶ πάντα τὰ ἐν αὐτοῖς,
τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ
  
πρὸ προσώπου Κυρίου, ὅτι ἔρχεται,
ὅτι ἔρχεται κρῖναι τὴν γῆν·
κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ
καὶ λαοὺς ἐν τῇ ἀληθείᾳ αὐτοῦ.