| Old Testament in Greek (Septuagint) | : | The Septuagint in English (Brenton) | |
| Ἔτι δὲ προσθεὶς Ιωβ εἶπεν τῷ προοιμίῳ | Job. Jb.27.1-12Job. Jb.27.1-12 | And Job further continued and said in his parable, | |
| Ζῇ κύριος, ὃς οὕτω με κέκρικεν, καὶ ὁ παντοκράτωρ ὁ πικράνας μου τὴν ψυχήν, | [As] God lives, who has thus judge me; and the Almighty, who has embittered my soul; | ||
| ἦ μὴν ἔτι τῆς πνοῆς μου ἐνούσης, πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ῥισίν, | verily, while my breath is yet in [me], and the breath of God which remains to me is in my nostrils, | ||
| μὴ λαλήσειν τὰ χείλη μου ἄνομα, οὐδὲ ἡ ψυχή μου μελετήσει ἄδικα. | my lips shall not speak evil words, neither shall my soul meditate unrighteous thoughts. | ||
| μή μοι εἴη δικαίους ὑμᾶς ἀποφῆναι, ἕως ἂν ἀποθάνω· οὐ γὰρ ἀπαλλάξω μου τὴν ἀκακίαν. | Far be it from me that I should justify you till I die; for I will not let go my innocence, | ||
| δικαιοσύνῃ δὲ προσέχων οὐ μὴ προῶμαι· οὐ γὰρ σύνοιδα ἐμαυτῷ ἄτοπα πράξας. | but keeping fast to [my] righteousness I will by no means let it go: for I am not conscious to myself of having done any thing amiss. | ||
| οὐ μὴν δὲ ἀλλὰ εἴησαν οἱ ἐχθροί μου ὥσπερ ἡ καταστροφὴ τῶν ἀσεβῶν, καὶ οἱ ἐπ' ἐμὲ ἐπανιστανόμενοι ὥσπερ ἡ ἀπώλεια τῶν παρα νόμων. | Nay rather, but let mine enemies be as the overthrow of the ungodly, and they that rise up against me, as the destruction of transgressors. | ||
| καὶ τίς γάρ ἐστιν ἐλπὶς ἀσεβεῖ ὅτι ἐπέχει; πεποιθὼς ἐπὶ κύριον ἆρα σωθήσεται; | For what is the hope of the ungodly, that he holds to it? will he indeed trust in the Lord [and] be saved? | ||
| ἦ τὴν δέησιν αὐτοῦ εἰσακούσεται κύριος; ἢ ἐπελθούσης αὐτῷ ἀνάγκης | Will God hear his prayer? or, when distress has come upon him, | ||
| μὴ ἔχει τινὰ παρρησίαν ἔναντι αὐτοῦ; ἢ ὡς ἐπικαλεσαμένου αὐτοῦ εἰσακούσεται αὐτοῦ; | has he any confidence before him? or will [God] hear him as he calls upon him? | ||
| ἀλλὰ δὴ ἀναγγελῶ ὑμῖν τί ἐστιν ἐν χειρὶ Κυρίου· ἅ ἐστιν παρὰ παντοκράτορι, οὐ ψεύσομαι. | Yet now I will tell you what is in the hand of the Lord: I will not lie concerning the things which are with the Almighty. | ||
| ἰδοὺ δὴ πάντες οἴδατε ὅτι κενὰ κενοῖς ἐπιβάλλετε. | Behold, you all know that you are adding vanity to vanity. | ||