| Old Testament in Greek (Septuagint) | : | The Septuagint in English (Brenton) | |
| Ὑπολαβὼν δὲ Ιωβ λέγει | Job. Jb.6.1-7.21Job. Jb.6.1-7.21 | But Job answered and said, | |
| Εἰ γάρ τις ἱστῶν στήσαι μου τὴν ὀργήν, τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοθυμαδόν, | Oh that one would indeed weigh the wrath that is upon me, and take up my griefs in a balance together! | ||
| καὶ δὴ ἄμμου παραλίας βαρυτέρα ἔσται· ἀλλ' ὡς ἔοικεν, τὰ ῥήματά μού ἐστιν φαῦλα. | And verily they would be heavier than the sand by the seashore: but, as it seems, my words are vain. | ||
| βέλη γὰρ κυρίου ἐν τῷ σώματί μού ἐστιν, ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα· ὅταν ἄρξωμαι λαλεῖν, κεντοῦσί με. | For the arrows of the Lord are in my body, whose violence drinks up my blood: whenever I am going to speak, they pierce me. | ||
| τί γάρ; μὴ διὰ κενῆς κεκράξεται ὄνος ἄγριος, ἀλλ' ἢ τὰ σῖτα ζητῶν; εἰ δὲ καὶ ῥήξει φωνὴν βοῦς ἐπὶ φάτνης ἔχων τὰ βρώματα; | What then? will the wild ass bray for nothing, if he is not seeking food? or again, will the ox low at the manger, when he has a fodder? | ||
| εἰ βρωθήσεται ἄρτος ἄνευ ἁλός; εἰ δὲ καὶ ἔστιν γεῦμα ἐν ῥήμασιν κενοῖς; | Shall bread be eaten without salt? or again, is there taste in empty words? | ||
| οὐ δύναται γὰρ παύσασθαί μου ἡ ψυχή· βρόμον γὰρ ὁρῶ τὰ σῖτά μου ὥσπερ ὀσμὴν λέοντος. | For my wrath cannot cease; for I perceive my food as the smell of a lion [to be] loathsome. | ||
| εἰ γὰρ δῴη, καὶ ἔλθοι μου ἡ αἴτησις, καὶ τὴν ἐλπίδα μου δῴη ὁ κύριος. | For oh that he would grant [my desire], and my petition might come, and the Lord would grant my hope! | ||
| ἀρξάμενος ὁ κύριος τρωσάτω με, εἰς τέλος δὲ μή με ἀνελέτω. | Let the Lord begin and wound me, but let him not utterly destroy me. | ||
| εἴη δέ μου πόλις τάφος, ἐφ' ἧς ἐπὶ τειχέων ἡλλόμην ἐπ' αὐ τῆς, οὐ μὴ φείσωμαι· οὐ γὰρ ἐψευσάμην ῥήματα ἅγια θεοῦ μου. | Let the grave be my city, upon the walls of which I have leaped: I will not shrink from it; for I have not denied the holy words of my God. | ||
| τίς γάρ μου ἡ ἰσχύς, ὅτι ὑπομένω; ἢ τίς μου ὁ χρόνος, ὅτι ἀνέχεταί μου ἡ ψυχή; | For what is my strength, that I continue? what is my time, that my soul endures? | ||
| μὴ ἰσχὺς λίθων ἡ ἰσχύς μου; ἢ αἱ σάρκες μού εἰσιν χάλκειαι; | Is my strength the strength of stones? or is my flesh of brass? | ||
| ἦ οὐκ ἐπ' αὐτῷ ἐπεποίθειν; βοήθεια δὲ ἀπ' ἐμοῦ ἄπεστιν. | Or have I not trusted in him? but help is [far] from me. | ||
| ἀπείπατό με ἔλεος, ἐπισκοπὴ δὲ κυρίου ὑπερεῖδέν με. | Mercy has rejected me; and the visitation of the Lord has disregarded me. | ||
| οὐ προσεῖδόν με οἱ ἐγγύτατοί μου· ὥσπερ χειμάρρους ἐκ λείπων ἢ ὥσπερ κῦμα παρῆλθόν με· | My nearest relations have not regarded me; they have passed me by like a failing brook, or like a wave. | ||
| οἵτινές με διευλαβοῦντο, νῦν ἐπιπεπτώκασίν μοι ὥσπερ χιὼν ἢ κρύσταλλος πεπηγώς· | They who used to reverence me, now have come against me like snow or congealed ice. | ||
| καθὼς τακεῖσα θέρμης γενομένης οὐκ ἐπεγνώσθη ὅπερ ἦν, | When it has melted at the approach of heat, it is not known what it was. | ||
| οὕτως κἀγὼ κατελείφθην ὑπὸ πάντων, ἀπωλόμην δὲ καὶ ἔξοικος ἐγενόμην. | Thus I also have been deserted of all; and I am ruined, and become an outcast. | ||
| ἴδετε ὁδοὺς Θαιμανων, ἀτραποὺς Σαβων, οἱ διορῶντες· | Behold the ways of the Thaemanites, ye that mark the paths of the Sabaeans. | ||
| καὶ αἰσχύνην ὀφειλήσουσιν οἱ ἐπὶ πόλεσιν καὶ χρήμασιν πεποιθότες. | They too that trust in cities and riches shall come to shame. | ||
| ἀτὰρ δὲ καὶ ὑμεῖς ἐπέβητέ μοι ἀνελεημόνως, ὥστε ἰδόντες τὸ ἐμὸν τραῦμα φοβήθητε. | But you also have come to me without pity; so that beholding my wound you are afraid. | ||
| τί γάρ; μή τι ὑμᾶς ᾔτησα ἢ τῆς παρ' ὑμῶν ἰσχύος ἐπιδέομαι | What? have I made any demand of you? or do I ask for strength from you, | ||
| ὥστε σῶσαί με ἐξ ἐχθρῶν ἢ ἐκ χειρὸς δυναστῶν ῥύσασθαί με; | to deliver me from enemies, or to rescue me from the hand of the mighty ones? | ||
| διδάξατέ με, ἐγὼ δὲ κωφεύσω· εἴ τι πεπλάνημαι, φράσατέ μοι. | Teach you me, and I will be silent: if in anything I have erred, tell me. | ||
| ἀλλ' ὡς ἔοικεν, φαῦλα ἀληθινοῦ ῥήματα, οὐ γὰρ παρ' ὑμῶν ἰσχὺν αἰτοῦμαι· | But as it seems, the words of a true man are vain, because I do not ask strength of you. | ||
| οὐδὲ ὁ ἔλεγχος ὑμῶν ῥήμασίν με παύσει, οὐδὲ γὰρ ὑμῶν φθέγμα ῥήματος ἀνέξομαι. | Neither will your reproof cause me to cease my words, for neither will I endure the sound of your speech. | ||
| πλὴν ὅτι ἐπ' ὀρφανῷ ἐπιπίπτετε, ἐνάλλεσθε δὲ ἐπὶ φίλῳ ὑμῶν. | Even because you attack the fatherless, and insult your friend. | ||
| νυνὶ δὲ εἰσβλέψας εἰς πρόσωπα ὑμῶν οὐ ψεύσομαι. | But now, having looked upon your countenances, I will not lie. | ||
| καθίσατε δὴ καὶ μὴ εἴη ἄδικον, καὶ πάλιν τῷ δικαίῳ συνέρχεσθε. | Sit down now, and let there not be unrighteousness; and unite again with the just. | ||
| οὐ γάρ ἐστιν ἐν γλώσσῃ μου ἄδικον· ἢ ὁ λάρυγξ μου οὐχὶ σύνεσιν μελετᾷ; | For there is no injustice in my tongue; and does not my throat meditate understanding? | ||
| πότερον οὐχὶ πειρατήριόν ἐστιν ὁ βίος ἀνθρώπου ἐπὶ τῆς γῆς, καὶ ὥσπερ μισθίου αὐθημερινοῦ ἡ ζωὴ αὐτοῦ; | Is not the life of man upon earth a state of trial? and his existence as that of a hireling by the day? | ||
| ἢ ὥσπερ θεράπων δεδοικὼς τὸν κύριον αὐτοῦ καὶ τετευ χὼς σκιᾶς, ἢ ὥσπερ μισθωτὸς ἀναμένων τὸν μισθὸν αὐτοῦ; | Or as a servant that fears his master, and one who has grasped a shadow? or as a hireling waiting for his pay? | ||
| οὕτως κἀγὼ ὑπέμεινα μῆνας κενούς, νύκτες δὲ ὀδυνῶν δεδομέναι μοί εἰσιν. | So have I also endured months of vanity, and nights of pain have been appointed me. | ||
| ἐὰν κοιμηθῶ, λέγω Πότε ἡμέρα; ὡς δ' ἂν ἀναστῶ, πάλιν Πότε ἑσπέρα; πλήρης δὲ γίνομαι ὀδυνῶν ἀπὸ ἑσπέρας ἕως πρωί. | Whenever I lie down, I say, When [will it be] day? and whenever I rise up, again [I say] when [will it be] evening? and I am full of pains from evening to morning. | ||
| φύρεται δέ μου τὸ σῶμα ἐν σαπρίᾳ σκωλήκων, τήκω δὲ βώλακας γῆς ἀπὸ ἰχῶρος ξύων. | And my body is covered with loathsome worms; and I waste away, scraping off clods of dust from my eruption. | ||
| ὁ δὲ βίος μού ἐστιν ἐλαφρότερος λαλιᾶς, ἀπόλωλεν δὲ ἐν κενῇ ἐλπίδι. | And my life is lighter than a word, and has perished in vain hope. | ||
| μνήσθητι οὖν ὅτι πνεῦμά μου ἡ ζωὴ, καὶ οὐκέτι ἐπανελεύσεται ὁ ὀφθαλμός μου ἰδεῖν ἀγαθόν. | Remember then that my life is breath, and mine eyou shall not yet again see good. | ||
| οὐ περιβλέψεταί με ὀφθαλμὸς ὁρῶντός με· οἱ ὀφθαλμοί σου ἐν ἐμοί, καὶ οὐκέτι εἰμὶ, | The eye of him that sees me shall not see me [again]: your eyes are upon me, and I am no more. | ||
| ὥσπερ νέφος ἀποκαθαρθὲν ἀπ' οὐρανοῦ. ἐὰν γὰρ ἄνθρωπος καταβῇ εἰς ᾅδην, οὐκέτι μὴ ἀναβῇ | [I am] as a cloud that is cleared away from the sky: for if a man go down to the grave, he shall not come up again: | ||
| οὐδ' οὐ μὴ ἐπιστρέψῃ ἔτι εἰς τὸν ἴδιον οἶκον, οὐδὲ μὴ ἐπιγνῷ αὐτὸν ἔτι ὁ τόπος αὐτοῦ. | and he shall surely not return to his own house, neither shall his place know him any more. | ||
| ἀτὰρ οὖν οὐδὲ ἐγὼ φείσομαι τῷ στόματί μου, λαλήσω ἐν ἀνάγκῃ ὤν, ἀνοίξω πικρίαν ψυχῆς μου συνεχόμενος. | Then neither will I refrain my mouth: I will speak being in distress; being in anguish I will disclose the bitterness of my soul. | ||
| πότερον θάλασσά εἰμι ἢ δράκων, ὅτι κατέταξας ἐπ' ἐμὲ φυλακήν; | Am I a sea, or a serpent, that you have set a watch over me? | ||
| εἶπα ὅτι Παρακαλέσει με ἡ κλίνη μου, ἀνοίσω δὲ πρὸς ἐμαυτὸν ἰδίᾳ λόγον τῇ κοίτῃ μου· | I said that my bed should comfort me, and I would privately counsel with myself on my couch. | ||
| ἐκφοβεῖς με ἐνυπνίοις καὶ ἐν ὁράμασίν με καταπλήσσεις. | You scare me with dreams, and terrify me with visions. | ||
| ἀπαλλάξεις ἀπὸ πνεύματός μου τὴν ψυχήν μου, ἀπὸ δὲ θανάτου τὰ ὀστᾶ μου. | You will separate life from my spirit; and yet [keep] my bones from death. | ||
| οὐ γὰρ εἰς τὸν αἰῶνα ζήσομαι, ἵνα μακροθυμήσω· ἀπόστα ἀπ' ἐμοῦ, κενὸς γάρ μου ὁ βίος. | For I shall not live for ever, that I should patiently endure: depart from me, for my life [is] vain. | ||
| τί γάρ ἐστιν ἄνθρωπος, ὅτι ἐμεγάλυνας αὐτὸν; ἢ ὅτι προσέχεις τὸν νοῦν εἰς αὐτὸν; | For what is man, that you have magnified him? or that you give heed to him? | ||
| ἢ ἐπισκοπὴν αὐτοῦ ποιήσῃ ἕως τὸ πρωῒ, καὶ εἰς ἀνάπαυσιν αὐτὸν κρινεῖς; | Will you visit him till the morning, and judge him till [the time of] rest? | ||
| ἕως τίνος οὐκ ἐᾷς με οὐδὲ προίῃ με, ἕως ἂν καταπίω τὸν πτύελόν μου ἐν ὀδύνῃ; | How long do you not let me alone, nor let me go, until I shall swallow down my spittle? | ||
| εἰ ἐγὼ ἥμαρτον, τί δύναμαί σοι πρᾶξαι, ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων; διὰ τί ἔθου με κατεντευκτήν σου, εἰμὶ δὲ ἐπὶ σοὶ φορτίον; | If I have sinned, what shall I be able to do, O you that understands the mind of men? why have you made me as your accuser, and [why] am I a burden to you? | ||
| καὶ διὰ τί οὐκ ἐποιήσω τῆς ἀνομίας μου λήθην καὶ καθαρισμὸν τῆς ἁμαρτίας μου; νυνὶ δὲ εἰς γῆν ἀπελεύσομαι, ὀρθρίζων δὲ οὐκέτι εἰμί. | Why have you not forgotten my iniquity, and purged my sin? but now I shall depart to the earth; and in the morning I am no more. | ||