katapi New Study Bible - OLD TESTAMENT in Greek || English Brenton-Revised Standard Version

katapi HOME | DB1 | | THE FIRST DIALOGUE. Jb.4.1-14.22. Eliphaz. Jb.4.1-5.27 | Lxx Contents | notes

 Old Testament in Greek (Septuagint) : The Septuagint in English (Brenton)

Ὑπολαβὼν δὲ Ελιφας ὁ Θαιμανίτης λέγει
THE FIRST DIALOGUE. Jb.4.1-14.22. Eliphaz. Jb.4.1-5.27THE FIRST DIALOGUE. Jb.4.1-14.22. Eliphaz. Jb.4.1-5.27Then Eliphaz the Thaemanite answered and said,
Μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ; ἰσχὺν δὲ ῥημάτων σου τίς ὑποίσει;
  Have you been often spoken to in distress?
but who hall endure the force of your words?
εἰ γὰρ σὺ ἐνουθέτησας πολλοὺς καὶ χεῖρας ἀσθενοῦς παρεκάλεσας
  For whereas you have instructed many,
and have strengthened the hands of the weak one,
ἀσθενοῦντάς τε ἐξανέστησας ῥήμασιν γόνασίν τε ἀδυνατοῦσιν θάρσος περιέθηκας,
  and have supported the failing with words,
and have imparted courage to feeble knees.
νῦν δὲ ἥκει ἐπὶ σὲ πόνος καὶ ἥψατό σου, σὺ δὲ ἐσπούδασας.
  Yet now [that] pain has come upon you,
and touched you, you are troubled.
πότερον οὐχ ὁ φόβος σού ἐστιν ἐν ἀφροσύνῃ,
καὶ ἡ ἐλπίς σου καὶ ἡ ἀκακία τῆς ὁδοῦ σου;
  Is not your fear [founded] in folly, your hope also,
and the mischief of your way?
μνήσθητι οὖν τίς καθαρὸς ὢν ἀπώλετο
ἢ πότε ἀληθινοὶ ὁλόρριζοι ἀπώλοντο.
  Remember then who has perished, being pure?
or when were the true-hearted utterly destroyed?
καθ' ὃν τρόπον εἶδον τοὺς ἀροτριῶντας τὰ ἄτοπα,
οἱ δὲ σπείροντες αὐτὰ ὀδύνας θεριοῦσιν ἑαυτοῖς.
  Accordingly as I have seen men ploughing barren places,
and they that sow them will reap sorrows for themselves.
ἀπὸ προστάγματος κυρίου ἀπολοῦνται,
ἀπὸ δὲ πνεύματος ὀργῆς αὐτοῦ ἀφανισθήσονται.
  They shall perish by the command of the Lord,
and shall be utterly consumed by the breath of his wrath.
σθένος λέοντος, φωνὴ δὲ λεαίνης,
γαυρίαμα δὲ δρακόντων ἐσβέσθη·
  The strength of the lion,
and the voice of the lioness,
and the exulting cry of serpents are quenched.
μυρμηκολέων ὤλετο παρὰ τὸ μὴ ἔχειν βοράν,
σκύμνοι δὲ λεόντων ἔλιπον ἀλλήλους.
  The old lion has perished for want of food,
and the lions' whelps have forsaken one another.
εἰ δέ τι ῥῆμα ἀληθινὸν ἐγεγόνει ἐν λόγοις σου,
οὐθὲν ἄν σοι τούτων κακὸν ἀπήντησεν.
πότερον οὐ δέξεταί μου τὸ οὖς ἐξαίσια παρ' αὐτοῦ;
  But if there had been any truth in your words,
none of these evils would have befallen you.
Shall not mine ear receive excellent [revelations] from him?
φόβοι δὲ καὶ ἠχὼ νυκτερινή, ἐπιπίπτων
φόβος ἐπ' ἀνθρώπους,
  But [as when] terror falls upon men,
with dread and a sound in the night,
φρίκη δέ μοι συνήντησεν καὶ τρόμος,
καὶ μεγάλως μου τὰ ὀστᾶ συνέσεισεν,
  horror and trembling seized me,
and caused all my bones greatly to shake.
καὶ πνεῦμα ἐπὶ πρόσωπόν μου ἐπῆλθεν,
ἔφριξαν δέ μου τρίχες καὶ σάρκες.
  And a spirit came before my face;
and my hair and flesh quivered.
ἀνέστην, καὶ οὐκ ἐπέγνων·
εἶδον, καὶ οὐκ ἦν μορφὴ πρὸ ὀφθαλμῶν μου,
ἀλλ' ἢ αὔραν καὶ φωνὴν ἤκουον
  I arose and perceived it not:
I looked, and there, was no form before my eyes:
but I only heard a breath and a voice,
[saying],
Τί γάρ; μὴ καθαρὸς ἔσται βροτὸς ἐναντίον κυρίου;
ἢ ἀπὸ τῶν ἔργων αὐτοῦ ἄμεμπτος ἀνήρ;
  What, shall a mortal be pure before the Lord?
or a man be blameless in regard to his works?
εἰ κατὰ παίδων αὐτοῦ οὐ πιστεύει,
κατὰ δὲ ἀγγέλων αὐτοῦ σκολιόν τι ἐπενόησεν,
  Whereas he trust not in his servants,
and perceives perverseness in his angels.
τοὺς δὲ κατοικοῦντας οἰκίας πηλίνας,
ἐξ ὧν καὶ αὐτοὶ ἐκ τοῦ αὐτοῦ πηλοῦ ἐσμεν,
ἔπαισεν αὐτοὺς σητὸς τρόπον·
  But [as for] them that dwell in houses of clay,
of whom we also are formed of the same clay,
he smites them like a moth.
καὶ ἀπὸ πρωίθεν ἕως ἑσπέρας οὐκέτι εἰσίν,
παρὰ τὸ μὴ δύνασθαι αὐτοὺς ἑαυτοῖς βοηθῆσαι ἀπώλοντο·
  And from the morning to evening they no longer exist:
they have perished,
because they cannot help themselves.
ἐνεφύσησεν γὰρ αὐτοῖς καὶ ἐξηράνθησαν,
ἀπώλοντο παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σοφίαν.
  For he blows upon them,
and they are withered:
they have perished for lack of wisdom.
ἐπικάλεσαι δέ, εἴ τίς σοι ὑπακούσεται,
ἢ εἴ τινα ἀγγέλων ἁγίων ὄψῃ.
  But call, if any one will listen to you,
or if you shall see any of the holy angels.
καὶ γὰρ ἄφρονα ἀναιρεῖ ὀργή,
πεπλανημένον δὲ θανατοῖ ζῆλος.
  For wrath destroys the foolish one,
and envy slays him that has gone astray.
ἐγὼ δὲ ἑώρακα ἄφρονας ῥίζαν βάλλοντας,
ἀλλ' εὐθέως ἐβρώθη αὐτῶν ἡ δίαιτα.
  And I have seen foolish ones taking root:
but suddenly their habitation was devoured.
πόρρω γένοιντο οἱ υἱοὶ αὐτῶν ἀπὸ σωτηρίας,
κολαβρισθείησαν δὲ ἐπὶ θύραις ἡσσόνων,
καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος·
  Let their children be far from safety,
and let them be crushed at the doors of vile men,
and let there be no deliverer.
ἃ γὰρ ἐκεῖνοι συνήγαγον, δίκαιοι ἔδονται,
αὐτοὶ δὲ ἐκ κακῶν οὐκ ἐξαίρετοι ἔσονται,
ἐκσιφωνισθείη αὐτῶν ἡ ἰσχύς.
  For what they have collected, the just shall eat;
but they shall not be delivered out of calamities:
let their strength be utterly exhausted.
οὐ γὰρ μὴ ἐξέλθῃ ἐκ τῆς γῆς κόπος,
οὐδὲ ἐξ ὀρέων ἀναβλαστήσει πόνος·
  For labour cannot by any means come out of the earth,
nor shall trouble spring out of the mountains:
ἀλλὰ ἄνθρωπος γεννᾶται κόπῳ, νεοσσοὶ δὲ γυπὸς τὰ ὑψηλὰ πέτονται.
  yet man is born to labour,
and [even so] the vulture's young seek the high places.
οὐ μὴν δὲ ἀλλὰ ἐγὼ δεηθήσομαι Κυρίου,
Κύριον δὲ τὸν πάντων δεσπότην ἐπικαλέσομαι,
  Nevertheless I will beseech the Lord,
and will call upon the Lord,
the sovereign of all;
τὸν ποιοῦντα μεγάλα καὶ ἀνεξιχνίαστα,
ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός·
  who does great things and untraceable,
glorious things also, and marvelous,
of which there is no number:
τὸν διδόντα ὑετὸν ἐπὶ τὴν γῆν,
ἀποστέλλοντα ὕδωρ ἐπὶ τὴν ὑπ' οὐρανόν·
  who gives rain upon the earth,
sending water on the earth:
τὸν ποιοῦντα ταπεινοὺς εἰς ὕψος
καὶ ἀπολωλότας ἐξεγείροντα·
  who exalts the lowly,
and raises up them that are lost:
διαλλάσσοντα βουλὰς πανούργων,
καὶ οὐ μὴ ποιήσουσιν αἱ χεῖρες αὐτῶν ἀληθές.
  frustrating the counsels of the crafty,
and their hands shall not perform the truth:
ὁ καταλαμβάνων σοφοὺς ἐν τῇ φρονήσει,
βουλὴν δὲ πολυπλόκων ἐξέστησεν·
  who takes the wise in their wisdom,
and subverts the counsel of the crafty
ἡμέρας συναντήσεται αὐτοῖς σκότος,
τὸ δὲ μεσημβρινὸν ψηλαφήσαισαν ἴσα νυκτί.
  In the day darkness shall come upon them,
and let them grope in the noon-day even as in the night:
ἀπόλοιντο δὲ ἐν πολέμῳ,
ἀδύνατος δὲ ἐξέλθοι ἐκ χειρὸς δυνάστου·
  and let them perish in war,
and let the weak escape from the hand of the mighty.
εἴη δὲ ἀδυνάτῳ ἐλπίς,
ἀδίκου δὲ στόμα ἐμφραχθείη.
  And let the weak have hope,
but the mouth of the unjust be stopped.
μακάριος δὲ ἄνθρωπος, ὃν ἤλεγξεν ὁ κύριος·
νουθέτημα δὲ παντοκράτορος μὴ ἀπαναίνου.
  But blessed [is] the man whom the Lord has reproved;
and reject not you the chastening of the Almighty.
αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ καὶ πάλιν ἀποκαθίστησιν·
ἔπαισεν, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο.
  for he causes [a man] to be in pain, and restores [him] again:
he smites, and his hands heal.
ἑξάκις ἐξ ἀναγκῶν σε ἐξελεῖται, ἐν δὲ τῷ ἑβδόμῳ οὐ μὴ ἅψηταί σου κακόν.
  Six time he shall deliver you out of distresses:
and in the seventh harm shall not touch you.
ἐν λιμῷ ῥύσεταί σε ἐκ θανάτου,
ἐν πολέμῳ δὲ ἐκ χειρὸς σιδήρου λύσει σε.
  In famine he shall deliver you from death:
and in war he shall free you from the power of the sword.
ἀπὸ μάστιγος γλώσσης σε κρύψει,
καὶ οὐ μὴ φοβηθῇς ἀπὸ κακῶν ἐρχομένων.
  He shall hide you from the scourge of the tongue:
and you shall not be afraid of coming evils.
ἀδίκων καὶ ἀνόμων καταγελάσῃ, ἀπὸ δὲ θηρίων ἀγρίων οὐ μὴ φοβηθῇς·
  You shall laugh at the unrighteous and the lawless:
and you shall not be afraid of wild beasts.
θῆρες γὰρ ἄγριοι εἰρηνεύσουσίν σοι.
  For the wild beasts of the field shall be at peace with you.
εἶτα γνώσῃ ὅτι εἰρηνεύσει σου ὁ οἶκος,
ἡ δὲ δίαιτα τῆς σκηνῆς σου οὐ μὴ ἁμάρτῃ.
  Then shall you know that your house shall be at peace,
and the provision for your tabernacle shall not fail.
γνώσῃ δὲ ὅτι πολὺ τὸ σπέρμα σου,
τὰ δὲ τέκνα σου ἔσται ὥσπερ τὸ παμβότανον τοῦ ἀγροῦ.
  And you shall know that your seed [shall be] abundant;
and your children shall be like the herbage of the field.
ἐλεύσῃ δὲ ἐν τάφῳ ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν θεριζόμενος,
ἢ ὥσπερ θιμωνιὰ ἅλωνος καθ' ὥραν συγκομισθεῖσα.
  And you shall come to the grave like ripe corn reaped in its season,
or as a heap of the corn-flour collected in proper time.
ἰδοὺ ταῦτα οὕτως ἐξιχνιάσαμεν, ταῦτά ἐστιν ἃ ἀκηκόαμεν·
σὺ δὲ γνῶθι σεαυτῷ εἴ τι ἔπραξας.
  Behold, we have thus sought out these matters;
these are what we have heard:
but do you reflect with yourself, if you have done anything [wrong].