| Old Testament in Greek (Septuagint) | : | The Septuagint in English (Brenton) | |
| Εἰς διαιρέσεις τῶν πυλῶν· υἱοῖς Κορειμ Μοσολλαμια υἱὸς Κωρη ἐκ τῶν υἱῶν Αβιασαφ. | The temple Guard. 1Chr.26.1-19The temple Guard. 1Chr.26.1-19 | ||
| καὶ τῷ Μοσολλαμια υἱοί· Ζαχαριας ὁ πρωτότοκος, Ιδιηλ ὁ δεύτερος, Ζαβαδιας ὁ τρίτος, Ιεθνουηλ ὁ τέταρτος, | |||
| Ωλαμ ὁ πέμπτος, Ιωαναν ὁ ἕκτος, Ελιωηναι ὁ ἕβδομος. | |||
| καὶ τῷ Αβδεδομ υἱοί· Σαμαιας ὁ πρωτότοκος, Ιωζαβαδ ὁ δεύτερος, Ιωαα ὁ τρίτος, Σωχαρ ὁ τέταρτος, Ναθαναηλ ὁ πέμπτος, | |||
| Αμιηλ ὁ ἕκτος, Ισσαχαρ ὁ ἕβδομος, Φολλαθι ὁ ὄγδοος, ὅτι εὐλόγησεν αὐτὸν ὁ θεός. | |||
| καὶ τῷ Σαμαια υἱῷ αὐτοῦ ἐτέχθησαν υἱοὶ τοῦ πρωτοτόκου Ρωσαι εἰς τὸν οἶκον τὸν πατρικὸν αὐτοῦ, ὅτι δυνατοὶ ἦσαν. | |||
| υἱοὶ Σαμαια· Γοθνι καὶ Ραφαηλ καὶ Ωβηδ καὶ Ελζαβαδ καὶ Αχιου, υἱοὶ δυνατοί, Ελιου καὶ Σαβχια καὶ Ισβακωμ. | |||
| πάντες ἀπὸ τῶν υἱῶν Αβδεδομ, αὐτοὶ καὶ οἱ ἀδελφοὶ αὐτῶν καὶ υἱοὶ αὐτῶν ποιοῦντες δυνατῶς ἐν τῇ ἐργασίᾳ, οἱ πάντες ἑξήκοντα δύο τῷ Αβδεδομ. | |||
| καὶ τῷ Μοσολλαμια υἱοὶ καὶ ἀδελφοὶ δέκα καὶ ὀκτὼ δυνατοί. | |||
| καὶ τῷ Ωσα τῶν υἱῶν Μεραρι υἱοὶ φυλάσσοντες τὴν ἀρχήν, ὅτι οὐκ ἦν πρωτότοκος, καὶ ἐποίησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ ἄρχοντα | |||
| τῆς διαιρέσεως τῆς δευτέρας, Ταβλαι ὁ τρίτος, Ζαχαριας ὁ τέταρτος· πάντες οὗτοι, υἱοὶ καὶ ἀδελφοὶ τῷ Ωσα, τρισκαίδεκα. - | |||
| τούτοις αἱ διαιρέσεις τῶν πυλῶν, τοῖς ἄρχουσι τῶν δυνατῶν, ἐφημερίαι καθὼς οἱ ἀδελφοὶ αὐτῶν λειτουργεῖν ἐν οἴκῳ κυρίου. | |||
| καὶ ἔβαλον κλήρους κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κατ' οἴκους πατριῶν αὐτῶν εἰς πυλῶνα καὶ πυλῶνα. | |||
| καὶ ἔπεσεν ὁ κλῆρος τῶν πρὸς ἀνατολὰς τῷ Σαλαμια καὶ Ζαχαρια· υἱοὶ Ιωας τῷ Μελχια ἔβαλον κλήρους, καὶ ἐξῆλθεν ὁ κλῆρος βορρᾶ· | |||
| τῷ Αβδεδομ νότον κατέναντι οἴκου εσεφιν | |||
| εἰς δεύτερον· τῷ Ωσα πρὸς δυσμαῖς μετὰ τὴν πύλην παστοφορίου τῆς ἀναβάσεως· φυλακὴ κατέναντι φυλακῆς. | |||
| πρὸς ἀνατολὰς ἓξ τὴν ἡμέραν, βορρᾶ τῆς ἡμέρας τέσσαρες, νότον τῆς ἡμέρας τέσσαρες, καὶ εἰς τὸ εσεφιν δύο· | |||
| εἰς διαδεχομένους, καὶ πρὸς δυσμαῖς τέσσαρες, καὶ εἰς τὸν τρίβον δύο διαδεχομένους. | |||
| αὗται αἱ διαιρέσεις τῶν πυλωρῶν τοῖς υἱοῖς Κορε καὶ τοῖς υἱοῖς Μεραρι. | |||