| Old Testament in Greek (Septuagint) | : | The Septuagint in English (Brenton) | |
| Υἱοὶ Μανασση· Ασεριηλ, ὃν ἔτεκεν ἡ παλλακὴ αὐτοῦ ἡ Σύρα· ἔτεκεν τὸν Μαχιρ πατέρα Γαλααδ. | Generations - Manasseh. 1Chr.7.14-19Generations - Manasseh. 1Chr.7.14-19 | ||
| καὶ Μαχιρ ἔλαβεν γυναῖκα τῷ Αμφιν καὶ Μαμφιν· καὶ ὄνομα ἀδελφῆς αὐτοῦ Μοωχα. καὶ ὄνομα τῷ δευτέρῳ Σαλπααδ, καὶ ἐγεννήθησαν τῷ Σαλπααδ θυγατέρες. | |||
| καὶ ἔτεκεν Μοωχα γυνὴ Μαχιρ υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Φαρες, καὶ ὄνομα ἀδελφοῦ αὐτοῦ Σορος· υἱὸς αὐτοῦ Ουλαμ. | |||
| καὶ υἱοὶ Ουλαμ· Βαδαν. οὗτοι υἱοὶ Γαλααδ υἱοῦ Μαχιρ υἱοῦ Μανασση. | |||
| καὶ ἀδελφὴ αὐτοῦ ἡ Μαλεχεθ ἔτεκεν τὸν Ισαδεκ καὶ τὸν Αβιεζερ καὶ τὸν Μαελα. | |||
| καὶ ἦσαν υἱοὶ Σεμιρα· Ιααιμ καὶ Συχεμ καὶ Λακει καὶ Ανιαμ. | |||