| Old Testament in Greek (Septuagint) | : | The Septuagint in English (Brenton) | |
| Βενιαμιν· Βαλε καὶ Βαχιρ καὶ Ιαδιηλ, τρεῖς. | Generations - Benjamin & Dan. 1Chr.7.6-12Generations - Benjamin & Dan. 1Chr.7.6-12 | ||
| καὶ υἱοὶ Βαλε· Ασεβων καὶ Οζι καὶ Οζιηλ καὶ Ιεριμωθ καὶ Ουρι, πέντε, ἄρχοντες οἴκων πατρικῶν ἰσχυροὶ δυνάμει. καὶ ὁ ἀριθμὸς αὐτῶν εἴκοσι καὶ δύο χιλιάδες καὶ τριάκοντα τέσσαρες. | |||
| καὶ υἱοὶ Βαχιρ· Ζαμαριας καὶ Ιωας καὶ Ελιεζερ καὶ Ελιθεναν καὶ Αμαρια καὶ Ιεριμωθ καὶ Αβιου καὶ Αναθωθ καὶ Γεμεεθ. πάντες οὗτοι υἱοὶ Βαχιρ. | |||
| καὶ ὁ ἀριθμὸς αὐτῶν κατὰ γενέσεις αὐτῶν, ἄρχοντες οἴκων πατριῶν αὐτῶν ἰσχυροὶ δυνάμει, εἴκοσι χιλιάδες καὶ διακόσιοι. | |||
| καὶ υἱοὶ Ιαδιηλ· Βαλααν. καὶ υἱοὶ Βαλααν· Ιαους καὶ Βενιαμιν καὶ Αωθ καὶ Χανανα καὶ Ζαιθαν καὶ Ραμεσσαι καὶ Αχισααρ. | |||
| πάντες οὗτοι υἱοὶ Ιαδιηλ ἄρχοντες τῶν πατριῶν ἰσχυροὶ δυνάμει ἑπτακαίδεκα χιλιάδες καὶ διακόσιοι ἐκπορευόμενοι δυνάμει τοῦ πολεμεῖν. | |||
| καὶ Σαπφιν καὶ Απφιν καὶ υἱοὶ Ραωμ· υἱὸς αὐτοῦ Αερ. | |||