katapi New Study Bible - OLD TESTAMENT in Greek || English Brenton-Revised Standard Version

katapi HOME | DB1 | | Generations - Issachar. 1Chr.7.1-5 | Lxx Contents | notes

 Old Testament in Greek (Septuagint) : The Septuagint in English (Brenton)

Καὶ τοῖς υἱοῖς Ισσαχαρ· Θωλα καὶ Φουα καὶ Ιασουβ καὶ Σεμερων, τέσσαρες. Generations - Issachar. 1Chr.7.1-5Generations - Issachar. 1Chr.7.1-5
καὶ υἱοὶ Θωλα· Οζι καὶ Ραφαια καὶ Ιεριηλ καὶ Ιεμου καὶ Ιεβασαμ καὶ Σαμουηλ, ἄρχοντες οἴκων πατριῶν αὐτῶν τῷ Θωλα ἰσχυροὶ δυνάμει κατὰ γενέσεις αὐτῶν. ὁ ἀριθμὸς αὐτῶν ἐν ἡμέραις Δαυιδ εἴκοσι καὶ δύο χιλιάδες καὶ ἑξακόσιοι.   
καὶ υἱοὶ Οζι· Ιεζρια, καὶ υἱοὶ Ιεζρια· Μιχαηλ καὶ Οβδια καὶ Ιωηλ καὶ Ιεσια, πέντε, ἄρχοντες πάντες.   
καὶ ἐπ' αὐτῶν κατὰ γενέσεις αὐτῶν κατ' οἴκους πατρικοὺς αὐτῶν ἰσχυροὶ παρατάξασθαι εἰς πόλεμον τριάκοντα καὶ ἓξ χιλιάδες, ὅτι ἐπλήθυναν γυναῖκας καὶ υἱούς.   
καὶ ἀδελφοὶ αὐτῶν εἰς πάσας πατριὰς Ισσαχαρ ἰσχυροὶ δυνάμει ὀγδοήκοντα καὶ ἑπτὰ χιλιάδες, ὁ ἀριθμὸς αὐτῶν τῶν πάντων.